Ancient Greek · ~2 min
22.38 to 22.41
Septuaginta, Numeri 22.38-41
Not analysed yet
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Ἰδοὺ ἥκω πρὸς σέ· νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι; τὸ ῥῆμα, ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου, τοῦτο λαλήσω. καὶ ἐπορεύθη Βαλααμ μετὰ Βαλακ, καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων. καὶ ἔθυσεν Βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ Βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ’ αὐτοῦ. καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν Βαλακ τὸν Βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ Βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ.