Ancient Greek · ~7 min
1.1 to 1.44
Septuaginta, Paralipomenon I 1.1-44
Not analysed yet
ΑΔΑΜ, Σήθ, Ἐνώς, Καινάν, Μαλελεήλ, Ἰάρεδ, Ἑνώχ, Μαθθουσάλα, Λάμεχ. Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, Ἰάφεθ. Υἱοὶ Ἰάφεθ· Γάμερ, Μαγώγ, Μαδάιμ, Ἰωυάν, Ἐλεισά, Θοβέλ, Μόσοχ καὶ Θειρας. καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ἐρειφὰθ καὶ οργαμά. καὶ υἱοὶ Ἰωυάν· Ἐλεισὰ καὶ Φαρσείς, Κίτιοι καὶ Ῥόδιοι. Καὶ υἱοὶ Χάμ· Χοὺς καὶ Μεστράιμ, Φοὺδ καὶ Χαναὰν. καὶ υἱοὶ Χούς· Σαβὰτ καὶ Εὑειλὰτ καὶ Σαβατὰ καὶ Ῥεγμὰ καὶ Σεβεκαθά. καὶ υἱοὶ Ῥεγμά· Σαβὰν καὶ Ἰουδαδάν. καὶ Χοὺς ἐγέννησεν τὸν Νεβρώδ0· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς. Υἱοὶ Σήμ· Aἰλὰμ καὶ Ἀσσοὐρ καὶ Ἀρφαξάδ, Σαλά, Ἔβερ, Φάλεχ, Ῥαγαύ, Σερούχ, Ναχώρ. Θάρα, Ἀβραάμ· υἱοὶ δὲ Ἀβραάμ· Ἰσαὰκ καὶ Ἰσμαήλ. αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ἰσμαήλ, Ναβαιὼθ καὶ Κηδάρ, Ναβδαιήλ, Μασσά, Μαμά, Ἰδουμά, Μανασσή, Κονδάν, Θαιμάν, Ἰεττούρ, Ναφές, Κέδμα· οὗτοι υἱοὶ Ἰσμαήλ. Καὶ υἱοὶ Κεττούρας παλλακῆς Ἀβραάμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράν, Ἰεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σῶε· καὶ υἱοὶ Ἰεξὰν Δαιδὰν καὶ Σαβαί· καὶ υἱοὶ Μαδιὰμ Γαφέρ καὶ Ὄφερ καὶ Ἑνὼχ καὶ Ἀβειδὰ καὶ Ἐλλαδά· πάντες οὗτοι υἱοὶ Χεττούρας. Καὶ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. καὶ υἱοὶ Ἰσαάκ· Ἰακὼβ καὶ Ἠσού. Υἱοὶ Ἠσαύ· Ἐλειφὰς καὶ Ῥαγουὴλ καὶ Ἰεοὺλ καὶ Ἰεγλόμ, Κόρε. υἱοὶ Ἐλειφάς· Θαιμὰν καὶ Ὠμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ Ἀμαλήκ. καὶ υἱοὶ Ῥαγουήλ· Νάχες, Ζάρες. Σομὲ καὶ Ὀμοζέ. υἱοὶ Σηείρ· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνά, Δησών, Ὠνάν. καὶ υἱρὶ Λωτάν· Χορρεὶ καὶ Αἱμὰν καὶ Αἰλὰθ καὶ Ναμνά. υἱοὶ Σωβάλ· Σωλάμ, Μαχανάμ, Γαιβήλ, Σὼβ καὶ Ὠνάν. υἱοὶ δὲ Σεβεγὼν· Ἀὶθ καὶ Σωνάν. υἱοὶ Σωνάν· Δαισών. υἱοὶ δὲ Δαισών· Ἐμερὼν καὶ Ἀσεβὼν καὶ Γεθρὰμ καὶ Χαρράν. καὶ υἱοὶ Ὠσαρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ὠνάν. υἱοὶ Δαισών· Ὢς καὶ Ἀρράν. Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλακ υἱὸς Βεὼρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. καὶ ἀπέθανεν Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωαβὰβ υἱὸς Ζάρα ἐκ Βοσόρρας.