Ancient Greek · ~3 min
1.45 to 1.54
Septuaginta, Paralipomenon I 1.45-54
Not analysed yet
καὶ ἀπέθανεν Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀσὸμ ἐκ τῆς γῆς Θαιμονῶν. καὶ ἀπἐθανεν Ἀσόμ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαράδ, ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ. καὶ ἀπέθανεν Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Βαλαεννὼρ υἱὸς Ἀχοβὡρ. καὶ ἀπέθανεν Βαλαεννὼρ υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φόγωρ. καὶ ἀπέθανεν Ἀδδά καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαμαὰ ἐκ Μασέκκας· καὶ ἀπέθανεν Σαμαά, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαοὺλ ἐκ Ῥοβὼθ τῆς παρὰ ποταμόν. καὶ ἀπέθανεν Σαούλ. καὶ ἦσαν ἡγεμόνες Ἐδώμ· ἠγεμὼν Θαιμάν, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέτ, ἡγεμὼν Ἐλειβαμᾶς, ἡγεμὼν Ἠλᾶς, ἡγεμὼν Φεινών, ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, ἡγεμὼν Μεδιήλ, ἡγεμὼν Ζαφωείν· οὗτοι ἡγεμόνες Ἐδώμ.