Ancient Greek · ~1 min
10.13 to 10.14
Septuaginta, Paralipomenon I 10.13-14
Not analysed yet
καὶ ἀπέθανεν Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ αἷς ἠνόμησεν τῷ θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύ- λαξεν· ὅτι ἐπηρώτησεν Σαοὺλ ἐν τῷ ἐνγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζήτησεν Κύριον· καὶ ἀπέκτεινεν αὐτόν, καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυεὶδ υἱῷ Ἰεσσαί.