Ancient Greek · ~7 min
11.1 to 11.14
Septuaginta, Paralipomenon I 11.1-14
Not analysed yet
Καὶ ἦλθεν πᾶς Ἰσραὴλ πρὸς Δαυεὶδ ἐν Χεβρὼν λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς· καὶ ἐχθές καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ. καὶ εἶπεν Ἰσραήλ Κύριός σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ. καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυεὶδ διαθήκην ἐν Χεβρὼν ἐναντίον Κυρίου, καὶ ἔχρισαν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Σαμουὴλ. Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς Ἰερουσαλήμ, αὕτη Ἰεβούς, καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν Ἰεβοὺς εἶπαν τῷ Δαυεὶδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σειών, αὕτη ἡ πόλις Δαυείδ. καὶ εἶπεν Δαυεὶδ Πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις, καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπʼ αὐτῇ ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουιά, καὶ ἐγένετο εἰς ἄρχοντα. καὶ ἐκάθισεν Δαυεὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυείδ· καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν. καὶ ἐπορεύετο Δαυεὶδ πορευόμενος, καὶ Κύριος Παντοκράτωρ μετʼ αὐτοῦ. καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυείδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ. καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυείδ· Ἰεσεβαδὰ υἱὸς Ἀχαμανεὶ πρῶτος τῶν τριά- κοντα· οὗτος ἐσπάσατο τὴν όομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαὶ ὁ Ἀρχωνεί, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυεὶδ ἐν Φασοδομή, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἤν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσὤπου ἀλλοφύλων. καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτήν, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.