Ancient Greek · ~7 min
12.1 to 12.17
Septuaginta, Paralipomenon I 12.1-17
Not analysed yet
Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Σωκλά, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κείς. καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ, καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν, καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις, ἐν τοῖς ἀδελφοῖς Σαοὺλ ἐκ Βενιαμείν· ὁ ἄρχων Ἀχιέζερ, καὶ Ἰωὰ ὁ υἱὸς Ἀμὰ τοῦ Γεβωθείτου, καὶ Ἰωήλ καὶ Ἰωφάλητ υἱοὶ Ἀσμώθ, καὶ Βερχειά, καὶ Ἰηοὺλ ὁ Ἀναθωθεί, καὶ Σαμαίας ὁ Γαβαωνείτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, Ἰερμίας καὶ Ἰεζὴλ καὶ Ἰωανὰν καὶ Ἰωαζαβὰβ ὁ Γαδαραθειείμ, Ἀζαὶ καὶ Ἀρειμοὺθ καὶ Βαδαιὰ καὶ Σαμαραιά καὶ Σαφατὰ ὁ Χαραιφεἰ Ἠλκανὰ καὶ Ἰησουνεὶ καὶ Ὀζρειὴλ καὶ Ἰωζάρα, Καινὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορεῖται, καὶ Ἐλιὰ καὶ Ζαβιδιὰ υἱοὶ Ῥαὰμ καὶ οἱ τοῦ Γεδώρ. καὶ ἀπὸ τοῦ Γεδδεὶ ἐχωρίσθησαν πρὸς Δαυεὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου, αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· Ἄζα ὁ ἄρχων. Ἀβδειὰ ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος, Μασεμμανὴ ὁ τέταρτος, Ἰερεμειὰ ὁ πέμπτος, Ἐθοὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος, Ἰωὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος, ʼiερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος. οὖτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἰς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνα- τολῶν ἕως δυσμῶν. καὶ ἧλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ. καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.