Ancient Greek · ~7 min
12.18 to 12.32
Septuaginta, Paralipomenon I 12.18-32
Not analysed yet
καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τρυἰκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυεὶδ υἱὸς Ἰεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυείδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων. καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ. ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή. καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει, ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἕξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι· καὶ Τωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρών, καὶ μετʼ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι· καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύι, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο. καὶ τῶν υἱῶν Βενιαμεὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἰκου Σαούλ. καὶ ἀπὸ υἱῶν Ἐφράιμ εἵκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατʼ οἴκους πατριῶν αὐτῶν. καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ δέκα ὀκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυείδ. καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινάσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραήλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετʼ αὐτῶν.