Ancient Greek · ~7 min
17.1 to 17.12
Septuaginta, Paralipomenon I 17.1-12
Not analysed yet
Καὶ ἐγένετο ὡς κατῷκησεν Δαυεὶδ ἐν οἴκῳ αὐτοῦ, καὶ εἶπεν Δαυεὶδ πρὸς Ναθαν τὸν προφήτην Ἰδοὺ ἐγὼ κατοικῶ ἐν οἴκῳ κεδρίνῳ, καὶ ἡ κιβωτὸς διαθήκης Κυρίου ὑποκάτω δέρρεων. καὶ εἶπεν Ναθαν πρὸς Δαυείδ Πᾶν τὸ ἐν ψυχῇ σου ποίει, ὅτι θεὸς μετὰ σοῦ. Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἐγένετο λόγος Κυρίου πρὸς Νάθαν Πορεύου καὶ εἰπὸν πρὸς Δαυεὶδ τὸν δοῦλόν μου Οὕτως εἶπεν Κύριος Οὐ σὺ οἰκοδομήσεις οἶκον τοῦ κατοικῆσαί με ἐν αὐτῷ. ὅτι οὐ κατῴκησα ἐν οἴκῳ ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἤμην ἐν σκηνῇ καὶ ἐν καλύμματι ἐν πᾶσιν οἶς διῆλθον ἐν παντὶ Ἰσραήλ· εἰ λαλῶν ἐλάλησα πρὸς μίαν φυλὴν τοῦ Ἰσραὴλ τοῦ ποιμαίνειν τὸν λαόν μου λέγων Ὅτι οὐκ ᾠκοδομήκατέ μοι οἶκον κέδρινον; καὶ νῦν οὕτως ἐρεῖς τῷ δούλῳ μου Δαυείδ Τάδε λέγει Κύριος Παντοκράτωρ Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλέθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου, καὶ ἐποίησά σοι ὄνομα κατὰ τὸ ὄνομα τῶν μεγάλων τῶν ἐπὶ τῆς γῆς. καὶ θήσομαι τόπον τῷ λαῷ μου Ἰσραὴλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθʼ ἑαυτὸν καὶ οὐ μεριμνήσει ἔτι, καὶ οὐ προσθήσει ἀδικία τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀρχῆς. καὶ ἀφʼ ἡμερῶν ὡν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐταπείνωσα ἄπαντας τοὺς ἐχθρούς σου, καὶ αὐξήσω σε· καὶ οἰκοδομήσει σε Κύριος. καὶ ἔσται ὅταν πληρωθῶσιν ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν ποτέραν σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃ ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσαω τὴν βασιλείου αὐτοῦ· ηὐτὸς οἰκοδομ μήκει μοι οἶκον, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως αἰῶνος.