Ancient Greek · ~7 min
17.13 to 17.26
Septuaginta, Paralipomenon I 17.13-26
Not analysed yet
ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν, καὶ τὸ ἔλεός μου οὐκ ἀποστήσω ἀπʼ αὐτοῦ ὡς ἀπέστησα ἀπὸ τῶν ὅνταωων ἔμπροσθέν σου. καὶ πιστώσω αὐτὸν ἐν οἴκῳ μου καὶ ἐν βασιλεία αὐτοῦ ἕως αἰῶνος, καὶ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος ἕως αἰῶνος. κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθὰν πρὸς Δαυείδ. Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἐκάθισεν ἀπέναντι Κυρίου, καὶ εἶπεν Τίς εἰμι ἐγὼ, Κύριε ὁ θεός, καὶ τἰς ὁ οἶκός μου, ὅτι ἠγάπησάς με ἕως αἰῶνος καὶ ἐσμικρύνθη ταῦτα ἐνώπιόν σου ὁ θεός, καὶ ἐλάλησας ἐπὶ τὸν οἶκον τοῦ παιδός σου ἐκ μακρῶν, καὶ ἐπεῖδές με ὡς ὅρασις ἀνθρώπου καὶ ὕψωσάς με, Κύριε ὁ θκός. τί προσθήσει ἔτι Δαυεὶδ πρὸς σέ τοῦ δοξάσαι; καὶ σὺ τὸν δοῦλόν σου οἶδας, καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας τὴν πᾶσαν μεγαλωσύνην. Κύριε, οὐκ ἔστιν ὅμοιός σοι, καὶ οὐκ ἔστιν πλὴν σοῦ κατὰ πάντα ὅσα ἠκούσαμεν ἐν ὠσὶν ἡμῶν. καὶ οὐκ ἔστιν ὡς ὁ λαός σου Ἰσραὴλ ἔθνος ἔτι ἐπὶ τῆς γῆς, ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι ἑαυτῷ λαόν, τοῦ θέσθαι αὐτῷ ὄνομα μέγα καὶ ἐπιφανές, τοῦ ἐκβαλεῖν ἀπὸ προσὤπου λαοῦ σου οὓς ἐλυτρώσω ἐξ Αἰγύπτου ἔθνη. καὶ ἔδωκας τὸν λαόν σου Ἰσραὴλ σεαυτῷ λαὸν ἕως αἰῶνος, καὶ σὺ Κύριος αὐτοῖς εἰς θεόν. καὶ νῦν, Κύριε, ὁ λόγος σου ὃν ἐλάλησας πρὸς τὸν παῖδά σου καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ πιστωθήτω ἕως αἰῶνος, λεγόντων Κύριε Κύριε αντοκράτωρ θεὸς Ἰσραήλ· καὶ οἶκος Δαυεὶδ παιδός σου ἀνωρθωμένος ἐναντίον σου. ὅτι σὺ ἤνοιξας τὸ οὗς τοῦ παιδός σου τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον· διὰ τοῦτο εὗρεν ὁ παῖς σου τοῦ προσεύξασθαι κατὰ πρόσωπόν σου. καὶ νῦν, Κύριε, σὺ εἶ αὐτὸς θεός, καὶ ἐλάλησας ἐπὶ τὸν δοῦλόν σου τὰ ἀγαθὰ ταῦτα.