Ancient Greek · ~7 min
21.1 to 21.14
Septuaginta, Paralipomenon I 21.1-14
Not analysed yet
Καὶ ἔστη διάβολος ἐν τῷ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε δὴ ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσαβεέ καὶ ἕως Δάν, καὶ ἐνέγκατε πρὸς μέ, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. καὶ εἶπεν Ἰωάβ Προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἴνα τί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ. καὶ ἦλθεν εἰς Ἰερουσαλήμ. καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυείδ· καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν. καὶ τὸν Λευεὶ καὶ τὸν Βενιαμεὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ἰωάβ. καὶ πονηρὸν ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ἰσραήλ. καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν θεόν Ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα. καὶ ἐλάλησεν Κύριος πρὸς Γὰδ ὁρῶντα Πορεύου καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Οὕτως λέγει Κύριος Τρία αἴρω ἐγὼ ἐπὶ σέ· ἔκλεξαι σεαυτῷ ἔν ἐξ αὐτῶν καὶ ποιήσω σοι. καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει Κύριος Εκλεξαι σεαυτῷ ἦ τρία ἔτη λιμοῦ, ἦ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου, καὶ μάχαιρα ἐξ ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἦ τρεῖς ἡμέρας όομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ, καὶ ἄγγελος Κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντι λόγον. καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. καὶ ἔδωκεν Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.