Ancient Greek
21.15 to 21.23
Septuaginta, Paralipomenon I 21.15-23
Not analysed yet
καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ἰερουσαλὴμ τοῦ ἐξολεθρεῦσαι αὐτὴν· καὶ ὡς ἐξολόθρευεν, εἶδεν Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ, καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἅγγελος Κυρίου ἑστὼς ἐν τῷ ἄλῳ Φρνὰ τοῦ Ἰεβουσαίου. καὶ ἐπῆρεν Δαυεὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ όομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, ἐκτεταμένη ἐπὶ Ἰερουσαλήμ· καὶ ἔπεσεν Δαυεὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν. καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι τῷ λαῷ καὶ ἐγὼ εἰμι ὁ ἁμαρταών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν ; Κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε. καὶ ἄγγελος Κυρίου εἶπεν τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυεὶδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἄλῳ Ορνὰ τοῦ Ἰεβουσαίου. καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ ὸν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. καὶ ἐπέστρεψεν Ορνά, καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετʼ αὐτοῦ μεθαχαβείν· καὶ Ορνὰ ἦν ἀλοῶν πυρούς. καὶ ἥλθεν Δαυεὶδ πρὸς Ορνᾶν, καὶ Ορνὰ ἐξῆλθεν ἐκ τῆς ἄλω καὶ προσεκύνησεν τῷ Δαυεὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. καὶ εἶπεν Δαυεὶδ πρὸς Ορνά Δός μοι τὸν τόπον σου τῆς ἄλω καὶ οἰκοδομήσω ἐπʼ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. καὶ εἶπεν Ορνὰ πρὸς Δαυείδ Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ- δ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.