Ancient Greek · ~4 min
21.24 to 21.30
Septuaginta, Paralipomenon I 21.24-30
Not analysed yet
καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ τῷ Ορνά Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστἶν σοι Κυρίῳ, τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. καὶ ἔδωκεν Δαυεὶδ τῷ ρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. καὶ ᾠκοδόμησεν Δαυεὶδ ἐκεῖ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησεν πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεαως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν. καὶ εἶπεν Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκεν τὴν όομφαίαν εἰς τὸν κολεόν. Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυεὶδ ὅτι ἐπήκουσεν αὐτῷ ἐν τῷ ἄλῳ ρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ καὶ σκηνὴ Κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὼθ ἐν Γαβαών. καὶ οὐκ ἠδύνατο Δαυεὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς όομφαίας ἀγγέλου Κυρίου.