Ancient Greek
27.29 to 27.34
Septuaginta, Paralipomenon I 27.29-34
Not analysed yet
καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσειδὼν Ἀσαρταὶς ὁ Σαρωνείτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλώσιν Σωρὰν ὁ τοῦ Αδαι. ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ ἐπὶ δὲ τῶν ὄοων Ἰαδίας ὁ ἐκ Μεραθών. καὶ ἐπὶ τῶν προβάτων Ἰαζεὶζ ὁ Γαρείτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυεὶδ τοῦ βασιλέως. Καὶ Ἰωναθὰν ὁ πατράδελφος Δαυεὶδ σύμβουλος, ἄνθρωπος συνετός· καὶ Ἰεὴλ ὁ τοῦ Ἀχαμεὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως. ʼΑχειτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Κουσεὶ ὁ πρῶιος φίλος τοῦ βασιλέως. καὶ μετὰ τοῦτον Ἀχειτόφελ ἐχόμενος Ἰωδᾶε ὁ τοῦ Βαναίου καὶ Ἀβιάθαρ· καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.