Ancient Greek · ~1 min
Chapter 28
Septuaginta, Paralipomenon I 28.1
Not analysed yet
Καὶ ἐξεκκλησίασεν Δαυεὶδ πάντας τοὺς ἄρχοντας Ἰσραὴλ ἄρχοντας τῶν κριτῶν, καὶ τοὺς ἄρχοντας τῶν ἐφημεριῶν τῶν περὶ τὸ σῶμα τοῦ βασιλέως, καὶ ἄρχοντας τῶν χιλιάδων καὶ τῶν ἑκατοντάδων, καὶ τοὺς γαζοφύλακας, καὶ τοὺς ἐπὶ τῶν ὑπαρχόντων αὐτοῦ, καὶ τοὺς δυνάστας, καὶ τοὺς μαχητὰς ἐν Ἰερουσαλήμ.