Ancient Greek · ~7 min
4.1 to 4.17
Septuaginta, Paralipomenon I 4.1-17
Not analysed yet
Καὶ υἱοὶ Ἰούδα· Φἀρες, Ἀρσὼν καὶ Χαρμεὶ καὶ Ὥρ, Σουβάλ, καὶ Ῥαδὰ υἱὸς αὐτοῦ· καὶ Σουβὰλ ἐγέννησεν τὸν Ἴεθ, καὶ Ἴεθ ἐγέννησεν τὸν Ἀχειμεὶ καὶ τὸν Λάαθ· αὗται αἱ γενέσεις τοῦ Ἀραθεί. καὶ οὗτοι υἱοὶ Αἰτὰν· Ἀζραὴλ καὶ Ῥαγμὰ καὶ Ἰαβάς, καὶ ὄνομα ἀδελφῆς αὐτῶν Ἑσηλεββών. καὶ Φανουὴλ πατὴρ Γεδώρ, καὶ Ἀζὴρ πατὴρ Ὡσάν· οὗτοι υἱοὶ Ὥρ τοῦ πρωτοτόκου Ἐφράθα πατρὸς Βαιθλάδεν. καὶ τῷ Σαρὰ πατρὶ Θεκῶε ἦσαν δύο γυναῖκες, Ἀωδὰ καὶ Θοαδά. καὶ ἔτεκεν αὐτῷ Ἀωδὰ τὸν Ὠχαιὰ καὶ τὸν Ἡφὰλ καὶ τὸν Θαιμὰν καὶ τὸν Ἁσηρόν· πάντες οὗτοι υἱοὶ Ἀἁὡδας. καὶ υἱρὶ Λοάδας· Ἀρεθ καὶ Σάαρ καὶ Σεννών. καὶ Κῶε ἐγέννησεν τὸν Ἐννὼν καὶ τὸν Σαβαθά, καὶ γεννήσεις ἀδελφοῦ Ῥηχὰβ υἱοῦ Ἱαρείμ. Καὶ ἦν Ἰγαβὴς ἔνδοξος ὑπὲρ τοὺς ἀδελφοὺς αὐτοῦ· καὶ ἡ μήτηρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰγαβὴς λέγουσα Ἔτεκον ὡς |γάιβης. καὶ ἐπεκαλέσατο Ἰγαβὴς τὸν θεὸν Ἰσραὴλ λέγων Ἐὰν εὐλογῶν εὐλογήσῃς με. καὶ πληθύνῃς τὰ ὅριά μου, καὶ ἦν ἡ χείρ σου μετʼ ἐμοῦ, καὶ ποιήσῃς γνῶσιν τοῦ μὴ ταπεινῶσαί με. καὶ ἐπήγαγεν ὁ θεὸς πάντα ὅσα ἠτήσατο. Καὶ Χαλὲβ πατὴρ Ἀσχὰ ἐγέννησεν τὸν Μαχείρ· οὗτος πατὴρ Ἀσσαθών. ἐγέννησεν τὸν Βαθραίαν καὶ τὸυ Βεσσῆε καὶ τὸν Θαιμάν, πατέρα πόλεως Ναὰς ἀδελφοῦ Ἐσελὼν τοῦ Χενεζεί οὗτοι ἄνδρες Ῥηχάβ. καὶ υἱοὶ Κενέζ· νιὴλ καὶ Σαραιά. καὶ υἱοὶ Γοθονιήλ- Ἀθάθ. καὶ Μαναθεὶ ἐγέννησεν τὸν Γοφερά. καὶ Σαραιὰ ἐγέννησεν τὸν Ἰωβὰβ πατέρα Ἀγεαδδαείρ, ὅτι τέκτονες ἦσαν. καὶ υἱρὶ Χαλὲβ υἱοῦ Ἰεφοννή· Ἤρ, Ἄδαὶ καὶ Nόομ. καὶ υἱοὶ Ἀδά· Κενέζ. καὶ υἱὸς αὐτοῦ Γεσεήλ, Ἀμηαχεὶ καὶ Ζαρὰ καὶ Ζαιρὰ καὶ Ἰσεραήλ. καὶ υἱοὶ Ἐσρεί Ἰεθερεί, Πῶραδ καὶ Ἄφερ καὶ Ἀμών. καὶ ἐγέννησεν Ἰέθερ τὸν Μαιὼν καὶ τὸν Σεμὲν καὶ τὸν Μαρὲθ πατέρα Ἐσθαιμών.