Ancient Greek · ~7 min
4.18 to 4.38
Septuaginta, Paralipomenon I 4.18-38
Not analysed yet
καὶ ἡ γυνὴ αὐτοῦ, αὕτη Ἁδειά, ἔτεκεν τὸν Ἰάρεδ πατέρα Γεδὼρ καὶ τὸν Ἀβεισὰ πατέρα Σωχὼν καὶ τὸν Χετιὴλ πατέρα Ζαμών· καὶ οὗτοι υἱοὶ Γελιὰ θυγατρὸς Φαραὼ ἣν ἔλαβεν Νωρωήλ. καὶ υἱοὶ γυναικὸς τῆς Ἰδουίας ἀδελφῆς Νάχεθ καὶ Δαλειλὰ πατὴρ Κεειλά, καὶ Σεμεγὼν πατὴρ Ἰωμάν, καὶ Μαναὴμ πατρὸς Κεειλὰ Ἀταμεὶ καὶ Ἐσθαιμωνὴ Νωχαθεί. καὶ υἱοὶ Σεμιών· Ἀμνὼν καὶ Ἀνὰ υἱὸς Φανὰ καὶ Ἰνών. καὶ υἱοὶ Σεεί Ζωάν. καὶ υἱοὶ Σωάβ, υἱοὶ Σηλὼμ υἱοῦ Ἰούδα, Ἢρ πατὴρ Ληχά. πατὴρ Μαιχά· καὶ γενέσεις οἰκιῶν ἐφρὰθ ἀβὰκ τῷ οἴκῳ Ἐσοβά· καὶ Ἰωακεὶμ καὶ ἄνδρες Σωχηθὰ Ἰωαδὰ καὶ Σαιά, οἳ κατῴκησαν ἐν Μωάβ· καὶ ἀπέστρεψεν αὐτοὺς ἁβεδηρεὶν ἀθουκιείν. οὗτοι κεραμεῖς οἱ κατοικοῦντες ἐν Ἀζαεὶμ καὶ Γαβαηρὰ μετὰ τοῦ βασιλέως ἐυ τῇ βασιλείᾳ αὐτοῦ ἐνίσχυσαν καὶ κατῴκησαν ἐκεῖ. Υἱοὶ Συμεών· Ναμουὴλ καὶ Ἰαμείν, Ἰαρείν, Ζάρες, Σαούλ· Σαλὲμ υἱὸς αὐτοῦ, Μαβασὰμ υἱὸς αὐτοῦ, Μασμὰ υἱὸς αὐτοῦ, Σεμεεὶ υἱὸς αὐτοῦ. τῷ Σεμεεὶ υἱοὶ ἑκκαίδεκα καὶ θυγατέρες τρεῖς· καὶ τοῖς ἀδελφοῖς αὐτῶν οὐκ ἦσαν υἱοὶ πολλοί καὶ πᾶσαι αἱ πατριαὶ αὐτῶν οὐκ ἐπλεόνασαν ὡς υἱοὶ Ἰούδα. καὶ κατῴκησαν ἐν Βηρσάβεε καὶ Σάμα καὶ Μωαλδὰ καὶ Ἐσηρεουλάβ· Ἀβελλὰ καὶ Βοόσαλ καὶ Θουλάεμ καὶ Βαθοὺν καὶ Ἐρμὰ καὶ Ὠκλὰ καὶ Βαιθμαρειμὼθ καὶ Ἡμισυσεσορὰμ καὶ οἶκον Βραουμσεωρείμ· αὗται πόλεις αὐτῶν ἕως βασιλέως Δαυείδ. καὶ ἐπαύλεις αὐτῶν· Αἰτὰν καὶ Ῥεμμὼν καὶ Θόκκα καὶ Αἰσάρ, πόλεις πέντε. καὶ πᾶσαι ἐπαύλεις αὐτῶν κύκλῳ τῶν πόλεων τούτων ἕως Βάλατ· αὕτη κατάσχεσις αὐτῶν καὶ ὁ καταλοχισμὸς αὐτῶν. καὶ Μοσωβὰβ καὶ Ἰεμολὸχ καὶ Ἰωσειὰ υἱὸς Ἀμασειὰ καὶ Ἰωήλ· καὶ οὗτος υἱὸς Ἰσαβιὰ υἱὸς Σαρααὺ υἱὸς Ἀσιήλ· καὶ Ἐλιωναὶ καὶ Ἰωκάβα καὶ Ἰασουιὰ καὶ Ἀσιὰ υἱοὶ Ἀωσὰλ υἱοῦ Σαφὰλ υἱοῦ Ἀμὼν υἱοῦ διὰ υἱοῦ Σαμὰρ υἱοῦ Συμεών. οὗτοι οἱ διελόντες ἐν ὀνόμασιν ἀρχόντων ἐν ταῖς γενέσεσιν αὐτῶν· καὶ ἐν οἴκοις πατριῶν αὐτῶν ἐπληθύνθησαν εἰς πλῆθος.