Ancient Greek · ~7 min
5.1 to 5.17
Septuaginta, Paralipomenon I 5.1-17
Not analysed yet
Καὶ υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· ὅτι οὗτος ὁ πρωτότοκος, καὶ ἐν τῷ ἀναβῆναι ἐπὶ τὴν κοίτην τοῦ πατρὸς αὐτοῦ ἔδωκεν εὐλογίαν αὐτοῦ τῷ υἱῷ αὐτοῦ Ἰωσὴφ υἱῷ Ἰσραήλ, καὶ οὐκ ἐγενεαλογήθη εἰς πρωτοτοκεῖα, ὅτι Ἰούδας δυνατὸς ἰσχύι καὶ ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἰς ἡγούμενον ἐξ αὐτοῦ, καὶ ἡ εὐλογία τοῦ Ἰωσήφ· υμυὶ Ῥουβὴν πρωτοτόκου Ἰσραήλ· Ἑνὼχ καὶ Φαλλούς, Ἀρκὼν καὶ Χαρμεί. υἱοὶ Ἰωήλ. Σεμεεὶ καὶ Βαναιὰ υἱὸς αὐτοῦ. καὶ υἱοὶ Γοὺγ υἱοῦ Σεμεεί υἱὸς αὐτοῦ Ἠχά, υἱὸς αὐτοῦ Ῥηχά, υἱὸς αὐτοῦ Ἰωήλ, υἱὸς αὐτοῦ Βεήλ, ὃν μετῴκισεν αλγαβανάσαρ βασιλεὺς Ἀσσούρ· οὗτος ἄρχων τῶν Ῥουβὴν. καὶ ἀδελφοὶ αὐτοῦ τῇ πατρίδι αὐτοῦ ἐν τοῖς καταλοχισμοῖς αὐτῶν κατὰ γένεσιν αὐτῶν· ὁ ἄρχων Ἰωὴλ καὶ Ζαχαριὰ καὶ Βάλεκ υἱὸς Οζοὺζ υἱὸς Σάμα υἱὸς Ἰωήλ. οὗτος κατῴκησεν ἐν Ἀροὴρ καὶ ἐπὶ Ναβαὺ καὶ Βεελμασσών, καὶ πρὸς ἀνατολὰς κατῴκησεν ἕως ἐρχομένων τῆς ἐρήμου ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου, ὅτι κτήνη αὐτῷ πολλὰ ἐν γῇ Γαλαὰδ. καὶ ἐν ἡμέραις Σαοὺλ ἐποίησαν πόλεμον πρὸς τοὺς παροίκους, καὶ ἔπεσον ἐν χερσὶν αὐτῶν κατοικοῦντες ἐν σκηναῖς ἕως πάντες κατʼ ἀνατολὰς τῆς Γαλαάδ. Υἱοὶ Γὰδ κατέναντι αὐτῶν κατῴκησαν ἐν τῇ Βασὰν ἕως Ἐλχά· Ἰωὴλ πρωτότοκος, καὶ Σαβὰτ ὁ δεύτερος, καὶ Ἰανεὶν ὁ γραμματεὺς ἐν Βασάν. καὶ οἱ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· Μιχαήλ, Μοσολὰμ καὶ Σέβεε καὶ Ἰωρεὲ καὶ Χιμὰ καὶ Ζοῦε καὶ Ὠβήδ, ὀκτώ. οὗτοι υἱοὶ Ἀβειχαιὰ υἱοὶ Oὑρεὶ υἱρῦ Ἰδαὶ υἱοῦ Γαλαὰδ υἱοῦ Μειχαὴλ υἱοῦ Ἰσοὶ υἱοῦ Ἰουρεὶ υἱρῦ Ζαβουχὰμ υἱοῦ Ἀβδεὴλ υὰὸῦ Γουνεί· ἄρχων οἴκου πατριῶν, κατοίκων ἐν Γαλαάμ, ἐν Βασὰμ καὶ ἐν ταῖς κώμαις αὐτῶν καὶ πάντα τὰ περίχαρα Ιεριὰμ ἕως ἐξόδου. πάντων ὁ καταλοχισμὸς ἐν ἡμέραις Ἰωαθὰμ βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἰεροβοὰμ βασιλέως Ἰσραήλ.