Ancient Greek · ~3 min
4.39 to 4.43
Septuaginta, Paralipomenon I 4.39-43
Not analysed yet
Καὶ ἐπορεύθησαν ἕως τοῦ ἐλθεῖν Γέραρα ἕως τῶν ἀνατολῶν τῆς Γαί, τοῦ ζητῆσαι νομὰς τοῖς κτήνεσιν αὐτῶν. καὶ εὗρον νομὰς πίονας καὶ ἀγαθάς· καὶ ἡ γῆ πλατεῖα ἐναντίον αὐτῶν, καὶ εἰρήνη καὶ ἡσυχία, ὅτι ἐκ τῶν υἱῶυ Χὰμ τῶν κατοικούντων ἐκεῖ ἔμπροσθεν. καὶ ἤλθοσαν οὗτοι γεγραμμένοι ἐπʼ ὀνόματος ἐν ἡμέραις Ἑζεκίου βασιλέως Ἰούδα καὶ ἐπάταξαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς Μιναίους οὓς εὕροσαν ἐκεῖ, καὶ ἀνεθεμάτισαν αὐτοὺς ἕως τῆς ἡμέρας ταύτης· καὶ ᾤκησαν ἀντʼ αὐτῶν, ὅτι νομαὶ τοῖς κτήνεσιν αὐτῶν ἐκεῖ καὶ ἐξ αὐτῶν ἀπὸ τῶν υὰῶν Συμεὼν ἐπορεύθησαν εἰς ὄρος Σηεὶρ ἄνδρες πεντακόσιο, καὶ Φαλαεττειὰ καὶ Νωαδειὰ καὶ Ῥαφαιὰ καὶ Οζειὴλ υἱοὶ Ἰεσθὲν ἄρχοντες αὐτῶν· καὶ ἐπάταξαν τοὺς καταλειφθέντας τοὺς καταλοίπους τοῦ Ἀμαλὴκ ἕως τῆς ἡμέρας ταύτης.