Ancient Greek · ~7 min
6.31 to 6.54
Septuaginta, Paralipomenon I 6.31-54
Not analysed yet
Καὶ οὗτοι οὓς κατέστησεν Δαυεὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ Κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ. καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις ἕως οὗ ᾠκοδόμησεν Σαλωμὼν τὸν οἶκον ἐν Ἰερουσαλήμ· καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν. καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Ἀἱμὰν ὁ ψαλτῳ Ἰωήλ υἱοῦ Σαμουὴλ υἱοῦ Ἐλκανὰ υἱοῦ Ἠαὰλ υἱοῦ Ἐλειὴλ υἱοῦ φεῖε υἱοῦ Σοὺφ υἱοῦ Ελκανὰ υἱοῦ Μὲθ υἱοῦ Ἀμαθειοὸ υἱοῦ Ἐλκανὰ υἱοῦ Ἰωήλ υἱοῦ Ἀζαρία υἱοῦ Σαφανιὰ υἱοῦ Θάαθ υἱοῦ Ἀσεὶρ υἱοῦ Ἀβιασὰρ υἱοῦ Κόρε υἱοῦ Ἰσσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευεὶ υἱοῦ Ἰσραήλ. καὶ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχιὰ υἱοῦ Σαμαὰ υἱοῦ Μειχαὴλ υἱοῦ Μαασαὶ υἱοῦ Μελχειὰ υἱοῦ Ἀθανεὶ υἱοῦ Ζααραὶ υἱοῦ Ἀζειὰ υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰμ υἱοῦ Σεμεεὶ υἱοῦ Ἦχα υἱοῦ Γεεδσὼν υἱοῦ Λευεί. καὶ υἱοὶ Μεραρεὶ ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰμ υἱὸς Κεισαὶ υἱοῦ Ἀβδεὶ υού Μαλὼχ υἱοῦ Ἀοεβεὶ υἱοῦ Ἀμεσσειὰ υἱοῦ Βανεὶ υἱοῦ Σἐμμηρ υἱοῦ Μοολεὶ Μοσεὶ υἱοῦ Μερραρεὶ υἱοῦ Λευεί. Καὶ ἀδελφοὶ αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν οἱ Λευεῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ, καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυταωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ. Καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐεαζαρ υἱὸς αὐτοῦ, Φεινεὲς υἱὸς αὐτοῦ, Ἀβεισοὺ υἱὸς αὐτοῦ, Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζεὶ υἱὸς αὐτοῦ, Ζαραιὰ υἱὸς αὐτοῦ, Μαρειὴλ υἱὸς αὐτοῦ, Ἀλιαρειὰ υἱὸς αὐτοῦ, Ἀχειτὼβ υἱὸς αὐτοῦ, Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχεισάμα υἱὸς αὐτοῦ. Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν τοῖς υἱοῖς Ἀαρὼν τῇ πατρίᾷ αὐτῶν τοῦ Κααθεί, ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος.