Ancient Greek · ~7 min
6.55 to 6.69
Septuaginta, Paralipomenon I 6.55-69
Not analysed yet
καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν τῇ Ἰουδαίᾳ καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς. καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλέβ υἱῷ Ἰεφοννή. καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρών, καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὰ Ἰεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβεὶρ καὶ τά περισπόρια αὐτῆς, καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Αττὰν καὶ τὰ περσπόρια αὐτῆς, καὶ τὴν Βασάμυς· καὶ ἐκ φυλῆς Βενιαμεὶν καὶ τὴν Γάβαι καὶ τά περισπόρια αὐτῆς, καὶ τὴν Γαλέμεθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀγχῶχ καὶ τά περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατά πατριὰς αὐτῶν. καὶ τοῖς υἱοῖς Καάθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσὴ κλήρῳ πόλεις δέκα. καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσαχὰρ, ἐκ φυλῆς Ἀσήρ, ἐκ φυλῆς Nεφθαλεί, ἐκ φυλῆς Μανασσὴ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. καὶ τοῖς υἱοῖς Μεραρεὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβὴν, ἐκ φυλῆς Δάν, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δέκα δύο. καὶ ἔδωκαν οἱ υἱκρὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις καὶ τὰ περισπόρια οὐτῶν· καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν τὰς πόλεις ταύτας ἃ ἐκάλεσεν αὐτάς. καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καάθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφράιμ. καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχἐμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφράιμ, καὶ τὴν Γάζερ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἰκαὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθώρων καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθωρὼν καὶ τὰ περισπόρια αὐτῆς·