Ancient Greek · ~7 min
7.1 to 7.17
Septuaginta, Paralipomenon I 7.1-17
Not analysed yet
Καὶ τοῖς υἱρῖς Ἰσσαχὰρ· Θολάεκ καὶ Φοὐτ καὶ Ἰασσοὺρ καὶ Σεμερών, τέσσαρες. καὶ υἱοὶ Uολέ· Ὀζεί, Ῥαφαρὰ καὶ Ῥειὴλ καὶ Εἰικάν, Βασὰν καὶ Ἰσαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλαεὶ ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἡμέραις Δαυεὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. καὶ υἱοὶ Ζειρρεί Σαρειά, Μειχαήλ· καὶ υἱοὶ Ζαρειὰ Μειβδειὰ καὶ Ῥαήλ, Εἰσιά, πέντε, ἄρχοντες πάντες. καὶ ἐπʼ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατʼ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ἰσσαχὰρ καὶ ἰσχυροὶ δυνάμει ὁγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων. Βενιαμεὶν καὶ Ἀβειρὰ καὶ Ἀδειήλ, τρεῖς. καὶ υἱοὶ Βάδεε· Ἀσεβὼν καὶ Οζεὶ καὶ Οζειὴλ καὶ Ἀρειμώθ, Οὐρεί, πέντε, ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάμει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες. καὶ υἱοὶ Ἀβαχεί Ἀμαρίας καὶ Ἰωὰς καὶ Ἐλιέζερ καὶ Ἐλειθαινὰν καὶ Ἀμαρειὰ καὶ Αὐρημὼθ καὶ Ἀβιοὺδ καὶ Ἀναθὼθ καὶ Γεμέεθ. πάντες οὗτοι υἱοὶ Ἀμαχείρ, καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἵκοσι χιλιάδες καὶ διακόσιοι. καὶ υἱοὶ Ἀριήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· Ἰαοὺς καὶ Βενιαμεὶν καὶ Ἀὼθ καὶ Χανάαν καὶ Ζαιθὰν καὶ Ῥαμεσσαὶ καὶ Ἀχεισάδαρ. πάντες οὗτοι υἱοὶ Ἀριήκ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει, ἑπτὰ καὶ δέκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν· καὶ Σαπφεὶν καὶ Ἀπφείν, καὶ υἱοὶ Ῥαώμ, υἱὸς αὐτοῦ Ἀἐρ. Υἱοὶ Nεφθαλεί Ἰεισιήλ, Γωνεὶ καὶ Ἰσσειὴρ καὶ Σαλωμών, υἱοὶ Βαλάμ. Υἱοὶ Μανασσή· Ἀσερειήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκεν τὸν Μαχεὶρ πατέρα Γαλαὰδ. καὶ Μαχεὶρ ἔλαβεν γυναῖκα τῷ Ἀμφεὶν καὶ Μαμφείν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά, καὶ ὄνομα τῇ δευτέρᾳ Σαπφαάδ. καὶ ἔτεκεν Μοωχὰ γυνὴ Μαχεὶρ υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σοῦρος· υἱὸς αὐτοῦ Οὐλάμ, Βαδάμ. οὅτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχεὶρ υἱοῦ Μανασσή.