Ancient Greek · ~7 min
7.18 to 7.36
Septuaginta, Paralipomenon I 7.18-36
Not analysed yet
καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλέχεθ ἔτεκεν τὸν Ἰσαδὲκ καὶ τὸν Ἀβιέζερ καὶ τὸν Μαελά. καὶ ἤσαν υἱοὶ Σεμειρά· Ἰααὶμ καὶ Σύχεμ καὶ λακεεὶμ καὶ Ἀλιαλείμ. Καὶ υἱοὶ Ἐφράιμ· Σωθάλαθ. υἱοὶ Λααδά· υἱὸς αὐτοῦ Νοομέ, υἱὸς αὐτοῦ Σάβεδ, υἱοὶ αὐτοῦ Ὄζαρ καὶ Ἐλαάδ· καὶ ἀπέκτειναν αὐτὸν ἄνδρες Τὲθ οἱ τεχθέντες ἐν γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. καὶ ἐπένθησεν Ἐφράιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον ἀδελφοὶ αὐτῶν τοῦ παρακαλέσαι αὐτόν, καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαργαά, ὅτι Ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις· καὶ ᾠκοδόμησεν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Οζάν· Σεηρὰ καὶ Ῥάφη υἱρὶ αὐτοῦ, Σάραφ καὶ Θάλεες υἱοὶ αὐτοῦ, θάεν υἱὸς αὐτοῦ. τῷ ΛΑδδὰν υἱῷ αὐτοῦ υἱρὶ Ἀμιουείδ, υἱρὶ Ἐλειμασαί, υἱοὶ Νούμ, υἱρὶ Ἰησοῦε, υἱοὶ αὐτοῦ. καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατʼ ἀνα- τολὰς Νααρνάν, πρὸς δυσμαῖς Γάζερ καὶ αἱ κῶμαι αὐτῆς, καὶ Συχἰμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς· καὶ ἕως ὁρίων υἱῶν Μανασσή, Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαλμὴ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Βαλὰδ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδεὶ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς· ἐν ταύτῃ κατῷκησαν οἱ υἱοὶ Ἰωσὴφ υἱοῦ Ἰσραήλ. Υἱοὶ Ἀσήρ· Ἰνινὰ καὶ Ἰσουὰ καὶ Ἰσουὶ καὶ Βεριγὰ καὶ Σορέ, καὶ ἀδελφὴ αὐτῶν. υἱοὶ Βεριχά· Γάβερ καὶ Μελλειή, οὗτος πατὴρ Βηζαίθ. καὶ Χάβερ ἐγέννησεν τὸν Ἰφαμὴλ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰν καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. καὶ υἱοὶ Ἀφαλήχ· Βαισηχί. μαβαὴλ καὶ ᾈσεῖΘ· οὗτοι υἱοὶ Ἰαφαλήλ. καὶ υἱοὶ Σἐμμηρ· Ἀχιουιὰ καὶ Ὠβάβ, Ἀκαρὰν καὶ Βαλαάμ· ἀδελφοὶ αὐτοῦ Σωχὰθ καὶ Ἰμανὰ καὶ Ζέμη καὶ Ἀμαά. υἱοὶ Σωφάς· Χουχί, Ἁναρφὰρ καὶ Σουλὰ καὶ Σαβρεὶ καὶ Ἰμαρή,