Ancient Greek · ~4 min
8.31 to 8.40
Septuaginta, Paralipomenon I 8.31-40
Not analysed yet
καὶ Δοὐρ καὶ ἀδελφὸς αὐτοῦ καὶ Ζάχουρ καὶ Μακαλὼθ· καὶ Μακαλὼθ ἐγέννησεν τὸν Σεμαά. καὶ γὰρ οὗτοι κατέναντι τῶν ἀδελφῶν αὐτῶν κατῴκησαν ἐν Ἰερουσαλὴμ μετὰ τῶν ἀδελφῶν αὐτῶν. καὶ Νὴρ ἐγέννησεν τὸν Κείς, καὶ Κεὶς ἐγέννησεν τὸν Σαούλ, καὶ Σαοὺλ ἐγέννησεν τὸν Ἰωναθὰν καὶ τὸν Μελχεσοῦε καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Ἀσάβαλ. καὶ υἱοὶ Ἰωναθὰν Μεριβάαλ· καὶ Μεριβάαλ ἐγέννησεν τὸν Μιχιά. καὶ υἱοὶ Μιχιά· Φιθὼν καὶ Μελχὴλ καὶ ᵇερέε καὶ Ζάκ. καὶ Σὰκ ἐγέννησεν τὸν Ἰὰδ καὶ Ἰάδα, καὶ Ἰαδὰ ἐγέννησεν τὸν Σαλαιμὰθ καὶ τὸν Σαλμὼ καὶ τὸν Ζαμβρεί, καὶ ἐγέννησεν Ζαμβρεὶ τὸν Μαισά· καὶ Μαισὰ ἐγέννησεν τὸν Βανά· Ῥαφαὶ υἱὸς αὐτοῦ, Σαλασὰθ υἱὸς αὐτοῦ, Ἐσὴλ υἱὸς αὐτοῦ. καὶ τῷ Ἐσὴλ ἕξ υἱοί, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐζρεικαὶ πρωτότοκος αὐτοῦ, καὶ Ἰσμαὴλ καὶ Σαραιὰ καὶ Ἀβδειὰ καὶ Ἀνόν· πάντες οὗτοι υἱοὶ Ἐσήλ. καὶ υἱοὶ Ἀσηλ ἀδελφοῦ αὐτοῦ· Ἀἰλὰμ πρωτότοκος αὐτοῦ, καὶ Γὰγ ὁδεύτερος· Ἐλιφάλεις ὁ τρίτος. καὶ ἦσαν υἱοὶ Αἰλεὶμ ἰσχυροὶ ἄνδρες δυνάμει, τείνοντες τόξον καὶ πληθύνοντες υἱοὺς καὶ υἱοὺς τῶν υἱῶν, ἑκατὸν πεντήκοντα. πάντες οὗτοι ἐξ υἱῶν Βενιαμείν.