Ancient Greek · ~7 min
9.1 to 9.18
Septuaginta, Paralipomenon I 9.1-18
Not analysed yet
Καὶ πᾶς Ἰσραὴλ ὁ συνλοχισμὸς αὐτῶν, καὶ οὗτοι καταγεγραμμένοι ἐν βιβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα μετὰ τῶν καίοι κισθέντων εἰς Βαβυλῶνα ἐν ταῖς ἀνομίαις αὐτῶν. Καὶ οἱ κατοικοῦντες πρότερον ἐν ταῖς κατασχέσεσιν αὐτῶν ἐν ταῖς πόλεσιν Ἰσραήλ, υἱοὶ Λευεῖται, οἱ ἱερεῖς καὶ οἱ δεδομένοι. καὶ ἐν Ἰερουσαλὴμ κατήκησαν ἀπὸ τῶν υἱῶν Ἰούδα καὶ ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ τῶν υἱῶν Ἐφράιμ καὶ Μανασσή. καὶ Γωθεὶ καὶ υἱὸς Σαμίου υἱοῦ Ἀμρεί, υἱοὶ υἱῶν Φἀρες καὶ υἱοῦ Ἰούδα. καὶ ἐκ τῶν Σηλωνεὶ Ἀσαιὰ πρωτότοκος αὐτοῦ. ἐκ τῶν υἱῶν Ζάρα Ἐπειὴλ καὶ ἀδελφοὶ αὐτῶν ἑξακόσιοι καὶ ἐνενήκοντα. καὶ ἐκ τῶν υἱῶν Βενιαμεὶν Σαλὼμ υἱὸς Μοολλὰμ υἱὸς Οδυιὰ υἱὸς Ἀανά, καὶ Βαναὰμ υἱὸς Ἰραάμ· καὶ οὗτοι υἱοὶ Οζεὶ υἱοῦ Μαχείρ· καὶ Μασεαλὴμ υἱὸς Σαφατιὰ υἱοῦ Ῥαγουὴλ υἱρῦ Βαναιά, καὶ ἀδελφοὶ αὐτῶν κατὰ γενέσεις αὐτῶν ἐννακόσιοι πεντήκοντα ἕξ, πάντες οἱ ἄνδρες ἄρχοντες πατριῶν κατʼ οἴκους πατριῶν αὐτῶν. Καὶ ἀπὸ τῶν ἱερέων Ἰωδᾶε καὶ Ἰωαρεὶμ καὶ Ἰαχείν καὶ Ἀζαρία υἱοὶ Κελκειὰ υἱοῦ Μοσολλὸμ υἱοῦ Σαδὼκ υἱοῦ Μαρμὼθ υἱοῦ Ἀχειτὼβ ἡγούμενος οἴκου τοῦ θεοῦ, καὶ Ἀδαιὰ υἱὸς Ἰραὰμ υἱοῦ Πασχὼρ υἱοῦ Μαλχειά, καὶ Μαασαιὰ υἱὸς Ἀδιὴλ υἱοῦ Ἰεδειοὺ υἱοῦ Μοσολλὰμ υἱοῦ Μασελμὼθ υἱοῦ Ἐμήρ καὶn ἀδελφοὶ αὐτῶν, ἄρχοντες οἴκων πατριῶν, χίλιοι ἑπτακόσιοι ἑξήκοντα, ἰσχυροὶ δυνάμει εἰς ἐργασίαν λειτουργίας οἵκου τοῦ θεοῦ. Καὶ ἐκ τῶν Λευειτῶν Σαμαιὰ υἱὸς Ἀσὼβ υἱοῦ Ἐσρεικὰν υἱοῦ Ἀσαβιὰ ἐκ τῶν υἱῶν Μεραρεί, καὶ Βακὰρ καὶ Ῥαραιήλ, Γαλαὰδ καὶ Μανθανίας υἱὸς Μειχὰ υἱοῦ Ζεχρεὶ υἱοῦ Ἀσάφ, καὶ Ἀβδειὰ υἱὸς Σαμειὰ υἱοῦ Γαλαὰδ υἱοῦ Ἰωθών, καὶ Βαραχεὶ υἱὸς Ὀσσα υἱοῦ Ἠλκανὰ ὁ κατοικῶν ἐν ταῖς κώμαις Νωτεφατεί. οἱ πυλωροί Σαλώμ, Ἀκούμ, Ταμμὰμ καὶ Αἰμὰμ καὶ ἀδελφοὶ αὐτῶν, Σαλὼμ ὁ ἄρχων· καὶ ἕως ταύτης ἐν τῇ πύλῃ τοῦ βασιλέως κατʼ ἀνατολάς· αὗται αἱ πύλαι τῶν παρεμβολῶν υἱῶν Λευεί.