Ancient Greek · ~7 min
9.19 to 9.33
Septuaginta, Paralipomenon I 9.19-33
Not analysed yet
καὶ Σαλωμὼν υἱὸς Κωρὴβ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κόρε καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς οἶκον πατρὸς αὐτοῦ, οἱ Κορεῖται, ἐπὶ τῶν ἔργων τῆς λειτουργίας φυλάσσοντες τὰς φυλακὰς τῆς σκηνῆς· καὶ πατέρες αὐτῶν ἐπὶ τῆς παρεμβολῆς φυλάσσοντες τὴν εἴσοδον. καὶ Φεινεὲς υἱὸς Ἐλεάζαρ ἡγούμενος ἦν ἐπʼ αὐτῶν ἔμπροσθεν, καὶ οὗτοι μετʼ αὐτοῦ. Ζαχαρίας υἱὸς Μασαλαμὶ πυλωρὸς τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. πάντες οἱ ἐκλεκτοὶ ταῖς πύλαις ἐν ταῖς πύλαις διακόσιοι καὶ δέκα δύο· οὗτοι ἐν ταῖς αὐλαῖς αὐτῶν, ὁ καταλοχισμὸς αὐτῶν· τούτους ἔστησεν Δαυεὶδ καὶ Σαμουὴλ ὁ βλέπων τῇ πίστει αὐτῶν. καὶ οὗτοι καὶ οἱ υἱοὶ αὐτῶν ἐπὶ τῶν πυλῶν ἐν οἴκῳ Κυρίου, ἐν οἴκῳ τῆς σκηνῆς, τοῦ φυλάσσειν. κατὰ τοὺς τέσσαρας ἀνέμους ἦσαν αἱ πύλαι, κατʼ ἀνατολάς, θάλασσαν, βορρᾶν, νότον. καὶ ἀδελφοὶ αὐτῶν ἐν ταῖς αὐλαῖς αὐτῶν τοῦ εἰσπορεύεσθαι κατὰ ἑπτὰ ἡμέρας ἀπὸ καιροῦ εἰς καιρὸν μετὰ τούτων· ὅτὶ ἐν πίστει εἰσὶν τέσσαρες δυνατοὶ τῶν πυλῶν. οἱ Λευεῖται ἦσαν ἐπὶ τῶν παστοφορίων, καὶ ἐπὶ τῶν θησαυρῶν οἴκου τοῦ θεοῦ παρεμβαλοῦσιν· ὅτι ἐπʼ αὐτοὺς φυλακή· καὶ οὗτοι ἐπὶ τῶν κλειδῶν τὸ πρωὶ πρωὶ ἀνοίγειν τὰς θύρας τοῦ ἱεροῦ. καὶ ἐξ αὐτῶν ἐπὶ τὰ σκεύη τῆς λειτουργίας, ὅτι ἐν ἀριθμῷ εἰσοίσουσιν. καὶ ἐξ αὐτῶν καθτσταμένοι ἐπὶ τὰ σκεύη καὶ ἐπὶ πάντα σκεύη τὰ ἅγια, καὶ ἐπὶ τῆς σεμιδάλεως, τοῦ οἴνου, τοῦ ἐλαίου, τοῦ λιβανωτοῦ καὶ τῶν ἀρωμάταον. καὶ ἀπὸ τῶν υἱῶν τῶυ ἱερέων ἦσαν μυρεψοὶ τοῦ μύρου καὶ εἰς τὰ ἀρῶματα. καὶ Ματταθίας ἐκ τῶν Λευειτῶν, οὗτος ὁ πρωτότοκος τῷ Σαλὼμ τῷ Κορείτῃ, ἐν τῇ πίστει ἐπὶ τὰ ἔργα τῆς θυσίας τοῦ τηγάνου τοῦ μεγάλου ἱερέως. καὶ Βαναίας ὁ Κααθείτης ἐκ τῶν ἀδελφῶν αὐτῶν ἐπὶ τῶν ἄρτων τῆς προθέσεως, τοῦ ἑτοιμάσαι σάββατον κατὰ σάββατον. καὶ οὗτοι ψαλτῳδοί, ἄρχοντες τῶν πατριῶν τῶν Λευειτῶν, διατεταγμέναι ἐφημερίαι· ὅτι ἡμέρα καὶ νὺξ ἐπʼ αὐτοῖς ἐν τοῖς ἔργοις.