Ancient Greek · ~3 min
1.13 to 1.17
Septuaginta, Paralipomenon II 1.13-17
Not analysed yet
καὶ ἥλθεν Σαλωμὼν ἐκ Μαβὰ τῆς ἐν Γαβαὼν τῆς ἐν Ἰερουσαλὴμ πρὸ προσώπου σκηνῆς μαρτυρίου, καὶ ἐβασίλευσεν ἐπὶ Ἰσραήλ. Καὶ συνήγαγεν Σαλωμὼν ἄρματα καὶ ἱππεῖς, καὶ ἐγένοντο αὐτῷ χίλια καὶ τετρακόσια ἄρματα καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ κατέλιπεν αὐτὰ ἐν πόλεσιν τῶν ἁρμάτων, καὶ ὁ λαὸς μετὰ τοῦ βασιλέως ἐν Ἰερουσαλήμ. καὶ ἔθηκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἰερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἐν τῇ Ἰουδαίᾳ ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος. καὶ ἡ ἔξοδος τῶν ἱππέων τῷ Σαλωμὼν ἐξ Αἰγύπτου, καὶ ἡ τιμὴ τῶν ἐμπόρων τοῦ βασιλέως· πορεύεσθαι ἠγόραζον. καὶ ἐνέβαινον καὶ ἐξῆγον ἐξ Αἰγύπτου ἅρμα ἔν ἑξακοσίων ἀργυρίου, καὶ ἵππον ἑκατὸν καὶ πεντήκοντα· καὶ οὕτως πᾶσιν τοῖς βασιλεῦσιν τῶν Κετταίων καὶ βασιλεῦσιν Συρίας ἐν χερσὶν αὐτῶν ἔφερον.