Ancient Greek · ~7 min
2.1 to 2.10
Septuaginta, Paralipomenon II 2.1-10
Not analysed yet
Καὶ εἶπεν Σαλωμὼν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ. καὶ συνήγαγεν Σαλωμὼν ἑβδομήκοντα χιλιάδας ἀνδρῶν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει, καὶ οἱ ἐπιστάται ἐπʼ αὐτῶν τρισχίλιοι ἑξακόσιοι. Καὶ ἀπέστειλεν Σαλωμὼν πρὸς Κειρὰμ βασιλέα Τύρου λέγων Ως ἐποίησας μετὰ τοῦ πατρός μου Δαυεὶδ καὶ ἀπέστειλας αὐτῷ κέδρους τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον κατοικῆσαι ἐν αὐτῷ, καὶ ἰδοὺ ἐγὼ ὁ υἱὸς αὐτοῦ οἰκοδομῶ οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου, ἁγιάσαι αὐτὸν αὐτῷ τοῦ θυμιῶν ἀπέναντι αὐτοῦ θυμίαμα καὶ πρόθεσιν διὰ παντός, καὶ τοῦ ἀναφέρειν ὁλοκαυτώματα διὰ παντὸς τὸ πρωὶ καὶ τὸ δείλης, καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν ταῖς ἑορταῖς τοῦ κυρίου θεοῦ ἡμῶν, εἰς τὸν αἰῶνα τοῦτο ἐπὶ τὸν Ἰσραήλ. καὶ ὁ οἶκος ὁν ἐγὼ οἰκοδομῶ μέγας, ὅτι μέγας ὁ θεὸς ἡμῶν παρὰ πάντας τοὺς θεούς. καὶ τίς ἰσχύσει οἰκοδομῆσαι αὐτῷ οἶκου; ὅτι ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐ φέρουσιν αὐτοῦ τὴν δόξαν· καὶ τίς ἐγὼ οἰκοδομῶν αὐτῷ οἶκον ; ὅτι ἀλλ ἢ τοῦ θυμιῶν κατέναντι αὐτοῦ. καὶ νῦν ἀπόστειλόν μοι ἄνδρα σοφὸν καὶ εἰδότα τοῦ ποιῆσαι ἐν τῷ χρυσίῳ καὶ ἐν τῷ ἀργυρίᾳε. ἐν τῷ χαλκῷ καὶ ἐν τῷ σιδήρῳ καὶ ἐν τῇ πορφύρᾳ καὶ ἐν τῷ κοκκίνῳ, καὶ ἐπιστάμενον γλύψαι γλυφὴν μετὰ τῶν σοφῶν τῶν μετʼ ἐμοῦ ἐν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλήμ, ἃ ἡτοίμασεν Δαυεὶδ ὁ πατήρ μου. καὶ ἀπόστειλόν μοι ξύλα κέδρινα καὶ ἀρκεύθινα καὶ πεύκινα ἐκ τοῦ Λιβάνου, ὅτι ἐγὼ οἶδα ὡς οἱ δοῦλοί σου οἴδασιν κόπτειν ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ παῖδές σου μετὰ τῶν παίδων μου πορεύσονται ἑτοιμάσαι μοι ξύλα εἰς πλῆθος, ὅτι ὁ οἶκος ὁν ἐγὼ οἰκοδομῶ μέγας καὶ ἔνδοξος. καὶ ἰδοὺ τοῖς ἐργαζομένοις τοῖς κόπτουσιν ξύλα εἰς βρώματα δέδωκα σῖτον εἰς δόματα τοῖς παισίν σου, κόρσων εἴκοσι χιλιάδας, καὶ κριθῶν κόρων εἵκοσι χιλιάδας, καὶ οἴνου μέτρων εἵκοσι χιλιάδας.