Ancient Greek · ~7 min
11.1 to 11.17
Septuaginta, Paralipomenon II 11.1-17
Not analysed yet
Καὶ ἤλθεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ἐξεκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμείν, ἑκατὸν ὀγδοήκοντα χιλιάδες νεανίσκων ποιοὐνταων πόλεμον· καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοάμ. καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ θεοῦ λέγων 3Εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πάντα Ἰούδαν καὶ Βενιαμεὶν λέγων Τάδε λέγει Κύριος Οὐκ ἀναθήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν· ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρʼ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο. καὶ ἐπήκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἰεροβοάμ. καὶ κατήκησεν Ῥοβοὰμ εἰς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ἰουδαίᾳ. καὶ ᾠκοδόμησεν τὴν Βαιθσέεμ καὶ Ἀπὰν καὶ εκῶῶε, καὶ Βαιθσουρὰ καὶ τὴν Σοκχὼθ καὶ τὴν Οδολάμ, καὶ τὴν Γὲθ καὶ τὴν Μαρεισὰν καὶ τὴν Σείββ, καὶ τὴν Ἀδωραὶ καὶ ΔΛαχεὶς καὶ τὴν Ἀζηκὰ, καὶ τὴν Σαραὰ καὶ τὴν Ἀλδὼν καὶ τὴν Χεβρὼν ἥ ἐστιν τοῦ Ἰούδα καὶ Βενιαμείν, πόλεις τειχήρεις. καὶ ὠχύρωσεν αὐτὰς τειχήρεις, καὶ ἔδωκεν ἐν αὐτοῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων, ἔλαιον καὶ οἶνον, κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα, καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα· καὶ ἤσαν αὐτῷ Ἰουδὰ καὶ Βενιαμείν. καὶ οἱ Λευεῖται καὶ οἱ ἱερεῖς οἱ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων· ὅτι ἐνκατέλιπον οἱ Λευεῖται τὰ σκηνάματα τῆς κατασχέσεαως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ἰουδἀ εἰς Ἰερουσαλήμ, ὅτι ἐξέβαλλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ μὴ λειτουργεῖν Κυρίῳ. καὶ κατέστησεν αὐτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις, ἃ ἐποίησεν Ἰεροβοάμ· καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἵ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι Κύριον θεὸν Ἰσραήλ, καὶ ἥλθον εἰς Ἰερουσαλὴμ θῦσαι Κυρίῳ θεῷ τῶν τέρων αὐτῶν. καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰούδα· καὶ κατίσχυσεν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία, ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυεὶδ καὶ Σαλωμὼν ἔτη τρία.