Ancient Greek · ~3 min
11.18 to 11.23
Septuaginta, Paralipomenon II 11.18-23
Not analysed yet
καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλὰθ θυγατέρα Ἰεριμοὺθ υἱοῦ Δαυείδ, Βαίαν θυγατέρα Ἐλιὰν τοῦ Ἰεσσαί. καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺθ καὶ τὸν Σαμαρίαν καὶ τὸν Ῥοολλάμ. καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλώμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰεθθεὶ καὶ τὸν Ζειζὰ καὶ τὸν Ἐμμώθ. καὶ ἠγάπησεν Ῥοβοὰμ τὴν Μαάχαν θυγατέρα Ἀβεσσαλὼμ ὑπέρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ, ὅτι γυναῖκας δέκα ὀκτὼ εἰχεν καὶ παλλακὰς τριάκοντα· καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἐξήκοντα. καὶ κατέστησεν εἰς ἄρχοντα Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ, ὅτι βασλεῦσαι διενοεῖτο αὐτόν. καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰούδα καὶ Βενιαμεὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς, καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολύ, καὶ ήτήσατο πλῆθος γυναικῶν.