Ancient Greek · ~3 min
15.15 to 15.19
Septuaginta, Paralipomenon II 15.15-19
Not analysed yet
καὶ ηὐφράνθησαν πᾶς Ἰουδὰ περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν, καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς, καὶ κατέπαυσεν αὐτοῖς Κύριος κυκλόθεν, καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρᾳφ Κεδρών. πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ. καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου Κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη. καὶ πόλεμος οὐκ ἦν μετʼ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.