Ancient Greek · ~7 min
16.1 to 16.10
Septuaginta, Paralipomenon II 16.1-10
Not analysed yet
Καὶ ἐν τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει τῆς βασιλείας Ἀσὰ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησεν τὴν Ῥαμὰ τοῦ μὴ δοῦναι ἔξοδον καὶ εἴσοδον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα. καὶ ἔλαβεν Ἀσὰ χρυσίον καὶ ἀργύριον ἐκ θησαυρῶν οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν πρὸς τὸν υἱὸν τοῦ Ἁδὲρ βασιλέως Συρίας τὸν κατοικοῦντα ἐν Δαμασκῷ λέγων Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τοῦ πατρὸς μοῦ καὶ ἀνὰ μέσον τοῦ πατρὸς σοῦ· ἰδοὺ ἀπέσταλκά σοι χρυσίον καὶ ἀργύριον, δεῦρο καὶ διασκέδασον ἀπʼ ἐμοῦ τὸν Βαασὰ βασιλέα Ἰσραήλ, καὶ ἀπελθέτω ἀπʼ ἐμοῦ. καὶ ἤκουσεν υἱὸς Ἁδὲρ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλεν πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ ἐπὶ τὰς πόλεις Ἰσραήλ, καὶ ἐπάταξεν τὴν Ἰὼ καὶ τὴν Δανὼ καὶ τὴν Ἀβελμὰν καὶ πάσας τὰς περιχώρους Νεφθαλεί. καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι Βαασά, ἀπέλιπεν τοῦ μηκέτι οἰκοδομεῖν τὴν Ῥαμὰ καὶ κατέπαυσεν τὸ ἔργον αὐτοῦ. καὶ Ἀσὰ ὁ βασιλεὺς ἔλαβεν πάντα τὸν Ἰουδά, καὶ ἔλαβεν τοὺς λίθους τῆς Ῥαμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησεν Βαασὰ, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς τὴν Γάβαε καὶ τὴν Μασφά. καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἦλθεν Ἁναμεὶ ὁ προφήτης πρὸς Ἀσὰ βασιλέα Ἰούδα καὶ εἶπεν αὐτῷ Ἐν τῷ πεποιθέναι σε ἐπὶ βασιλέα Συρίας καὶ μὴ πεποιθέναι σε ἐπὶ Κύριον θεόν σου, διὰ τοῦτο ἐσώθη δύναμις Συρίας ἀπὸ τῆς χειρός σου. οὐχ οἱ Αἰθίπες καὶ Λίβυες ἦσαν εἰς δύναμιν πολλὴν εἰς θάρσος, εἰς ἱππεῖς εἰς πλῆθος σφόδρα; καὶ ἐν τῷ πεποιθέναι σε ἐπὶ Κύριον παρέδωκεν εἰς τὰς χεῖράς σου. ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέπουσιν ἐν πάσῃ τῇ γῇ κατισχῦσαι ἐν πάσῃ καρδίᾳ πλήρει ἐπὶ τοῦ πρὸς αὐτόν. ἠγνόηκας ἐπὶ τούτῳ· ἀπὸ τοῦ νῦν ἔστιν μετὰ σοῦ πόλεμος. καὶ ἐθυμώθη Ἀσὰ τῷ προφήτῃ, καὶ παρέθετο αὐτὸν εἰς φυλακὴν ἐπὶ τούτῳ· καὶ ἐλυμήνατο Ἀσὰ ἐν τῷ λαῷ ἐν τῷ καιρῷ ἐκείνῳ.