Ancient Greek · ~2 min
2.11 to 2.13
Septuaginta, Paralipomenon II 2.11-13
Not analysed yet
καὶ εἶπεν Κειρὰμ βασιλεὺς Τύρου ἐν γραφῇ καὶ ἀπέστειλεν πρὸς Σαλωμῶν Ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν λαὸν αὐτοῦ ἔδωκέν σε ἐπʼ αὐτοὺς βασιλέα. καὶ εἶπεν Κειράμ Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ὸς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὸς ἔδωκεν τῷ Δαυεὶδ υἱὸν σοφὸν καὶ ἐπιστάμενον σύνεσιν καὶ ἐπιστήμην, ὸς οἰκοδομήκει οἶκον τῷ κυρίῳ καὶ οἶκον τῇ βασιλείᾳ αὐτοῦ. καὶ νῦν ἀπέσταλκά σοι ἄνδρα σοφὸν καὶ εἰδότα σύνεσιν τὸν Κειρὰμ τὸν πατέρα μου·