Ancient Greek · ~3 min
28.23 to 28.27
Septuaginta, Paralipomenon II 28.23-27
Not analysed yet
Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Fεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτούς, αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονπαί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ. καὶ ἀπέστησεν Ἀχὰζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτά, καὶ ἔκλεισεν τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ, καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιῶν θεοῖς ἀλλοτρίοις· καὶ παρώργισαν Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν. καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. καὶ ἐκοιμήθη Ἀχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.