Ancient Greek · ~7 min
29.1 to 29.13
Septuaginta, Paralipomenon II 29.1-13
Not analysed yet
καὶ Ἑζεκίας ἐβασίλενσεν εἵκασι καὶ πέντε ἐτῶν, καὶ εἵκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀββα θυγάτηρ Ζαχαριά. καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. καὶ ἐγένετο ὡς ἔστη ἐπὶ τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ ἀνέῳξεν τὰς θύρας οἴκου Κυρίου καὶ ἐπεσκεύασεν αὐτάς. καὶ εἰσήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας, καὶ κατέστησεν αὐτοὺς εἰς τὸ κλίτος τὸ πρὸς ἀνατολάς, καὶ εἶπεν αὐτοῖς Ἀκούσατε οἱ Λευεῖται· νῦν ἁγνίσθητε, καὶ ἁγνίσατε τὸν οἶκον Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν, καὶ ἐκβάλετε τὴν ἀκαθαρσίαν ἐκ τῶν ἁγίων. ὅτι ἀπέστησαν οἱ πατέρες ἡμῶν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον Κυρίου καὶ ἐγκατέλιπον αὐτόν, καὶ ἀπέστρεψαν τὸ πρόσωπον ἀπὸ τῆς σκηνῆς Κυρίου καὶ ἔδωκαν αὐχένα· καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ ναοῦ, καὶ ἔσβεσαν τοὺς λύχνους, καὶ θυμίαμα οὐκ ἐθυμίασαν, καὶ ὁλοκαυτώματα οὐ προσήνεγκαν ἐν τῷ ἁγίῳ θεῷ Ἰσραήλ. καὶ ὠργίσθη ὀργῇ Κύριος ἐπὶ τὸν Ἰούδαν καὶ τὴν Ἰερουσαλήμ, καὶ ἔδωκεν αὐτοὺς εἰς ἔκστασιν καὶ εἰς συρισμόν, ὡς ὑμεῖς ὁρᾶτε τοῖς ὀφθαλμοῖς ὑμῶν. καὶ ἰδοὺ πεπλήγασιν οἱ πατέρες ὑμῶν μαχαίρᾳ, καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ αἱ γυναῖκες ὑμῶν ἐν αἰχμαλωσίᾳ ἐν γῇ οὐκ αὐτῶν, ὃ καὶ νῦν ἐστιν. ἐπὶ τούτοις νῦν ἐστιν ἐπὶ καρδίας διαθέσθαι διαθήκην μου, διαθήκην Κυρίου θεοῦ Ἰσραήλ· καὶ ἀπέστρεψεν τὴν ὀργὴν θυμοῦ αὐτοῦ ἀφʼ ἡμῶν. καὶ νῦν μὴ διαλίπητε, ὅτι ἐν ὑμῖν ἡρέτικεν στῆναι ἐναντίον αὐτοῦ λειτουργεῖν καὶ εἶναι αὐτῷ λειτουροῦντας καὶ θυμιῶντας. Καὶ ἀνέστησαν οἱ Λευεῖται, Μαάθ ὁ τοῦ Μασὶ καὶ Ἰωήλ ὁ τοῦ Ζαχαρίου ἐκ τῶν υἱῶν Καάθ, καὶ ἐκ τῶν υἱῶν Μεραρεὶ Κεὶς ὁ τοῦ Ἀβδεὶ καὶ Ζαχαρίας ὁ τοῦ Ἕλλή, καὶ ἀπὸ τῶν υἱῶν Γεδσωνεὶ ἀπὸ τοῦ Ζεμμὰθ καὶ Ἰώδαν, οὗτοι υἱοὶ Ἰωαχά, καὶ τῶν υἱῶν Ἐλεισαφὰν καὶ Ζαμβρεὶ καὶ Εἰιήλ, καὶ τῶν υἱῶν Ἀσὰ Ἀζαρίας καὶ Μαθθανίας,