Ancient Greek · ~2 min
3.15 to 3.17
Septuaginta, Paralipomenon II 3.15-17
Not analysed yet
καὶ ἐποίησεν ἔμπροσθεν τοῦ τοίχου στύλους δύο, πήχεων τριάκοντα πέντε τὸ ὕψος, καὶ τὰς κεφαλὰς αὐτῶν πήχεων πέντε. καὶ ἐποίησεν σερσερὼθ ἐν τῷ δαβεὶρ καὶ ἔδωκεν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων, καὶ ἐποίησεν ῥοίσκους ἑκατὸν καὶ ἐπέθηκεν ἐπὶ τῶν χαλαστῶν. καὶ ἔστησεν τοὺς στύλους κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ τὸν ἕνα ἐξ εὐωνύμαων, καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ ἐκ δεξιῶν Κατόρθωσις, καὶ τὸ ὄνομα τοῦ ἐξ ἀριστερῶν Ἰσχύς.