Ancient Greek · ~7 min
4.1 to 4.12
Septuaginta, Paralipomenon II 4.1-12
Not analysed yet
καὶ ἐποίησεν τὸ θυσιαστήριον χαλκοῦν, πήχεααον εἴκοσι μῆκος, καὶ τὸ εὕρος πήχεω εἵκοσι· ὕψος πήχεων δέκα. καὶ ἐποίησεν τὴν θάλασσαν χυτὴν, πήχεων δέκα τὴν διαμέτρησιν, στρογγύλην κυκλόθεν, καὶ πήχεαυν πέντε τὸ ὕψος, καὶ τὸ κύκλωμα πήχεαον τριάκοντα. καὶ ὁμοίωμα μόσχων ὑποκάτω αὐτῆς· κύκλῳ κυκλοῦσιν αὐτήν, πήχεις δέκα περιέχουσιν τὸν λουτῆρα κυκλόθεν· δύο γένη ἐχώνευσαν τοὺς μόσχους ἐν τῇ χαονεύσει αὐτῶν, ῇ ἐποίησαν αὐτοὺς δώδεκα μόσχους, οἱ τρεῖς βλέποντες βορρᾶν, καὶ οἱ τρεῖς δυσμάς, καὶ οἱ τρεῖς νότον, καὶ οἱ τρεῖς κατʼ ἀνατολάς· καὶ ἡ θάλασσα ἐπʼ αὐτῶν ἄνω, ἦσαν τὰ ὀπίσθα αὐτῶν ἔσω. καὶ τὸ πάχος αὐτῆς παλαιστής, καὶ τὸ χεῖλος αὐτῆς ὡς χεῖλος ποτηρίου, διαγεγλυμμένα βλαστοὺς κρίνου, χωροῦσαν μετρητὰς τρισχλίους· καὶ ἐξετέλεσεν. καὶ ἐποίησεν λουτῆρας δέκα, καὶ ἔθηκεν τοὺς πέντε ἐκ δεξιῶν καὶ τοὺς πέντε ἐξ ἀριστερῶν, τοῦ πλύνειν ἐν αὐτοῖς τὰ ἔργα τῶν ὁλοκαυτωμάτων καὶ ἀποκλύζειν ἐν αὐτοῖς· καὶ ἡ θάλασσα εἰς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ. καὶ ἐποίησεν τὰς λυχνίας τὰς χρυσᾶς δέκα κατὰ τὸ κρίμα αὐτῶν καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ ἀριστερῶν. καὶ ἐποίησεν τραπέζας δέκα καὶ ἔθηκεν ἐν τῷ ναῷ, πέντε ἐκ δεξιῶν καὶ πέντε ἐξ εὐωνύμων· καὶ ἐποίησεν φιάλας χρυσᾶς ἑκατόν· καὶ ἐποίησεν τὴν αὐλὴν τῶν ἱερέων καὶ τὴν αὐλὴν τὴν μεγάλην, καὶ θύρας τῇ αὐλῇ, καὶ θυρώματα αὐτῶν κατακεχαλκαομένα χαλκῷ. καὶ τὴν θάλασσαν ἔθηκεν ἀπὸ γωνίας τοῦ οἴκου ἐκ δεξιῶν ὡς πρὸς ἀνατολὰς κατέναντι. καὶ ἐποίησεν Κειρὰμ τὰς κρεάγρας καὶ τὰ πυρεῖα καὶ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου καὶ πάντα τὰ σκεύη αὐτοῦ. καὶ συνετέλεσεν Κειρὰμ ποιῆσαι πᾶσαν τὴν ἐργασίαν ἣυ ἐποίησεν Σαλωμὼν τῷ βασιλεῖ ἐν οἴκῳ τοῦ θεοῦ, στύλους δύο καὶ ἐπʼ αὐτῶν γωλὰθ τῇ χωθαρὲθ ἐπὶ τῶν κεφαλῶν τῶν στύλων δύο, καὶ δίκτυα δύο συνκαλύψαι τὰς κεφαλὰς τῶν χωθαρέθ ἅ ἐστιν ἐπὶ τῶν κεφαλῶν τῶν στύλων,