Ancient Greek · ~7 min
30.1 to 30.10
Septuaginta, Paralipomenon II 30.1-10
Not analysed yet
Καὶ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδαν, καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Ἐφράιμ καὶ Μανασσὴ ἐλθεῖν εἰς οἶκον Κυρίου εἰς Ἰερουσαλὴμ ποιῆσαι τὸ φάσεκ τῷ κυρίῳ θεῷ Ἰσραήλ. καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἡ ἐν Ἰερουσαλὴμ ποιῆσαι τὸ φάσεκ τῷ μηνὶ τῷ δευτέρῳ. οὐ γὰρ ἡδυνάσθησαν αὐτὸ ποιῆσαι ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἡγνίσθησαν ἱκανοί, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἰερουσαλήμ. καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας. καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεέ ἕως Δὰν ἐλθόντες ποιῆσαι τὸ φάσεκ Κυρίῳ θεῷ Ἰσραὴλ ἐν Ἰερουσαλήμ, ὅτι πλῆθος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν. καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰουδὰ κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως λέγοντες Οἱ υἱοὶ Ἰσραήλ, ἐπιστρέψατε πρὸς θεὸν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, καὶ ἐπιστρέψατε τοὺς ἀνασεσαοσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ. καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἱ ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε. καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ θεῷ, καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτοῦ ὁ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἀποστρέμμκι ἀφʼ ὑμῶν θυμὸν ὀργῆς. ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτειρμοῖς ἀντὶ πάντων αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτείρμων Κύριος ὁ θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν, ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν. καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφράιμ καὶ Μανασσὴ καὶ ἕως Ζαβουλὼν· καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμαοκάάμενοι.