Ancient Greek · ~7 min
29.25 to 29.36
Septuaginta, Paralipomenon II 29.25-36
Not analysed yet
καὶ ἔστησεν τοὺς Λευείτας ἐν οἵκῳ Κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις κατὰ τὴν ἐντολὴν Δαυεὶδ τοῦ βασιλέως καὶ Γὰδ τοῦ προφήτου καὶ Νάθαν τοῦ προφήτου, ὅτι ὄι ἐντολῆς Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προφητῶν· καὶ ἔστησαν οἱ Λευεῖται ἐν ὀργάνοις Δαυεὶδ καὶ οἱ ἱερεῖς ταῖς σάλπιγξιν. καὶ εἶπεν Ἐζεκίας ἀνενέγκαι τὴν ὁλοκαύτωσιν ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν τῷ ἄρξασθαι ἀναφέρειν τὴν ὁλοκαύτωσιν ἤρξαντο ἄδειν Κυρίῳ, καὶ σάλπιγγες πρὸς τὰ ὄργανα Δαυεὶδ βασιλέως. καὶ πᾶσα ἐκκλησία προσεκύνει, καὶ οἱ ψαλτῳδοὶ ἄδοντες καὶ σάλπιγγες σαλπίζουσαι ἕως οὗ συνετελέσθη ἡ ὁλοκαύτωσις. καὶ ὡς συνετέλεσαν ἀναφέροντες, ἔκαμψεν ὁ βασιλεὺς καὶ πάντες οἱ εὑρεθέντες καὶ προσεκύνησαν. καὶ εἶπεν Ἐζεκίας ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τοῖς Λευείταις ὑμνεῖν τὸν κύριον ἐν λόγοις Δαυεὶδ καὶ Ἀσὰφ τοῦ προφήτου· καὶ ὕμνουν ἐν εὐφροσύνῃ, καὶ ἔπεσον καὶ προσεκύνησαν. καὶ ἀπεκρίθη Ἐζεκίας καὶ εἶπεν Νῦν ἐπληρώσατε τὰς χεῖρας ὑμῶν Κυρίῳ, προσαγάγετε καὶ φέρετε θυσίας καὶ αἰνέσεως εἰς οἶκον Κυρίου· καὶ ἀνήνεγκεν ἡ ἐκκλησία θυσίας καὶ αἰνέσεως εἰς οἶκον Κυρίου, καὶ πᾶς πρόθυμος τῇ καρδίᾳ ὁλοκαυτώσεις. καὶ ἐγένετο ὁ ἀριθμὸς τῆς ὁλοκαυτώσεως ἦς ἀνήεἰς νεγκεν ἡ ἐκκλησία, μόσχοι ἑβδομήκοντα, κριοὶ ἑκατόν, ἀμνοὶ διακόσιοι· ὁλοκαύτωσιν Κυρίῳ πάντα ταῦτα. καὶ οἱ ἡγιασμένοι μόσχοι ἐξακόσιοι, πρόβατα τρισχίλια πεντακόσια. ἀλλ᾿ ἢ οἱ ἱερεῖς ὀλίγοι ἦσαν καὶ οὐκ ἐδύναντο ἐκδεῖραι τὴν ὁλοκαύτωσιν, καὶ ἀντελάβοντο αὐτῶν οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἕως οὗ συνετελέσθη τὸ ἔργον, καὶ ἕως οὗ ἡγνίσθησαν οἱ ἱερεῖς, ὅτι οἱ Λευεῖται προθύμως ἥγνισαν παρὰ τοὺς ἱερεῖς. καὶ ἡ ὁλοκαύτωσις πολλὴ ἐν τοῖς στέασιν τῆς τελειώσεως τοῦ σαοτηρίου καὶ τῶν σπονδῶν τῆς ὁλοκαυτώσεαος· καὶ κατορθώθη τὸ ἔργον ἐν οἴκῳ Κυρίου. καὶ ηὐφράνθη Ἐζεκίας καὶ πᾶς ὁ λαὸς διὰ τὸ ἡτοιμακέναι τὸν θεὸν τῷ λαῷ, ὅτι ἐξάπινα ἐγένετο ὁ λόγος.