Ancient Greek · ~7 min
32.1 to 32.11
Septuaginta, Paralipomenon II 32.1-11
Not analysed yet
Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις, καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς. καὶ εἶδεν Ἐζεκίας ὅτι ἤκει Σενναχηρεὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἰερουσαλήμ. καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἃ ἦν ἔξω τῆς πόλεως· καὶ συνεπίσχυσεν αὐτῷ. καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως, λέγων Μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ. καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο, καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυείδ, καὶ κατεσκεύασεν ὅπλα πολλά. καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων Ισχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετʼ αὐτοῦ· ὅτι μεθʼ ἡμῶν πλείονες ἢ μετʼ αὐτοῦ. μετʼ αὐτοῦ βραχίονες σάρκινοι, μεθʼ ἡμῶν δὲ Κύριος ὁ θεὸς ἡμῶν, τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἐζεκίου βασιλέως Ἰούδα. Καὶ μετὰ ταῦτα ἀπέστειλεν Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχεὶς καὶ πᾶσα ἡ στρατεία μετʼ αὐτοῦ, και ἀπέστειλεν πρὸς Ἐζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰουδὰ τὸν ἐν Ἰερουσαλὴμ λέγων Οὕτως λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ἐπὶ τί ὑμεῖς πεποίθατε; καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἰερουσαλήμ ; οὐχὶ Ἐζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν, λέγων Κύριος ὁ θεὸς ἡμῶν σώσει ὑμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ;