Ancient Greek · ~7 min
32.12 to 32.21
Septuaginta, Paralipomenon II 32.12-21
Not analysed yet
οὗτός ἐστιν Ἐζεκίας ὅς περιεῖλεν τὰ θυσιαστήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ λέγων Κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπʼ αὐτῷ θυμιάσετε. οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν μὴ δυνάμενοι ἡδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σώσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου; τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου μὴ ἡδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σώσαι ὑμᾶς ἐκ χειρός μου; νῦν μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας, και μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου. καὶ ἔτι ἐλάλησαν παῖδες αὐτοῦ ἐπὶ Κύριον θεὸν καὶ ἐπὶ Ἐζεκίαν παῖδα αὐτοῦ. καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ἰσραήλ, καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Ἐζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου. καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ ἐπὶ λαὸν Ἰερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους τοῦ βοηθῆσαι αὐτοῖς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν. καὶ ἐλάλησεν ἐπὶ θεὸν Ἰερουσαλὴμ καὶ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων. καὶ προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς καὶ Ἰσαίας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησεν εἰς τὸν οὐρανόν. καὶ ἀπέστειλεν Κύριος ἄγγελον· ἐξέτριψεν πᾶν δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαία.