Ancient Greek · ~7 min
34.1 to 34.10
Septuaginta, Paralipomenon II 34.1-10
Not analysed yet
Ὢυ ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τριάκοντα ἐν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά. καὶ ἐν τῷ ὀγδόῳ ἔτει τῆς βασιλείας αὐτοῦ, καὶ αὐτὸς ἔτι παιδάριον, ἤρξατο τοῦ ζητῆσαι Κύριον τὸν θεὸν Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐν τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἤρξατο τοῦ καθαρίσαι τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλὴμ ἀπὸ τῶν ὑψηλῶν καὶ τῶυ ἄλσεων, καὶ ἀπὸ τῶν χαονευτῶν· καὶ κατέσπασεν τὰ κατὰ πρόσωπον αὐτοῦ τὰ θυσιαστήρια τῶν Βααλεὶμ καὶ τὰ ὑψηλὰ τὰ ἐπʼ αὐτῶν, καὶ ἔκοψεν τὰ ἄλση καὶ τὰ γλυπτά, καὶ τὰ χωνευτὰ συνέτριψεν καὶ ἐλέπτυνεν καὶ ἔρριψεν ἐπὶ πρόσωπον τῶν μνημάτων τῶν θυσιαζόντων αὐτοῖς· καὶ ὀστᾶ ἱερέων κατέκαυσεν ἐπὶ τὰ θυσιαστήρια, καὶ ἐκαθάρισεν τὸν Ἰουδὰ καὶ τὴν Ἰερουσαλήμ, καὶ ἐν πόλεσιν Ἐφράιμ καὶ Μανασσὴ καὶ Συμεὼν καὶ Νεφθαλεὶ καὶ τοῖς τόποις αὐτῶν κύκλῳ. καὶ κατέσπασεν τὰ ἄλση καὶ τὰ θυσιαστήρια, καὶ τὰ εἴδωλα κατέκοψεν λεπτά, καὶ πάντα τὰ ὑψηλὰ ἔκοψεν ἀπὸ πάσης τῆς γῆς Ἰσραήλ, καὶ ἀπέστρεψεν εἰς Ἰερουσαλήμ. Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, τοῦ καθαρίσαι τὴν γῆν καὶ τὸν οἶκον, [ἀπέστειλεν] Σοφὰν υἱὸν Σελιὰ καὶ τὸν Μαασὰ ἄρχοντα τῆς πόλεως καὶ τὸν Ἰουάχ υἱὸν Ἰωὰχ τὸν ὑπομνηματογράφον αὐτοῦ, κραταιῶσαι τὸν οἶκον Κυρίου τοῦ θεοῦ αὐτοῦ. καὶ ἦλθον πρὸς Κελκείαν τὸν ἱερέα τὸν μέγαν, καὶ ἔδωκαν τὸ ἀργύριον τὸ εἰσενεχθέν εἰς οἶκον θεοῦ, ὁ συνήγαγον οἱ Λευεῖται φυλάσσοντες τὴν πύλην ἐκ χειρὸς Μανασσὴ καὶ Ἐφράιμ καὶ τῶν ἀρχόντων καὶ ἀπὸ παντὸς καταλοιπου ἐν Ἰσραὴλ καὶ υἱῶν Ἰούδα καὶ Βενιαμεὶν καὶ οἰκούντων ἐν Ἰερουσαλήμ. καὶ ἔδωκαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα οἱ κατεσταμένοι ἐν οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ποιοῦσι τὰ ἔργα οἱ ἐποίουν ἐν οἴκῳ Κυρίου, ἐπισκευάσαι κατισχῦσαι τὸν οἶκον.