Ancient Greek · ~7 min
34.11 to 34.21
Septuaginta, Paralipomenon II 34.11-21
Not analysed yet
καὶ ἔδωκαν τοῖς τέκτοσι καὶ τοῖς οἰκοδόμοις, καὶ ἀγοράσαι λίθους τετρα- πέδους καὶ ξύλα εἰς δοκοὺς στεγάσαι τοὺς οἴκους οὓς ἐξωλέθρευσαν βασιλεῖς Ἰούδα. καὶ οἱ ἄνδρες ἐν πίστει ἐπὶ τῶν ἔργων, καὶ ἐπʼ αὐτῶν ἐπίσκοποι Ἰὲ καὶ Ἀβδειὰ οἱ Λευεῖται ἐξ υἱῶν Μεραρεί, καὶ Ζαχαρίας καὶ Μοσολλὰμ ἐκ τῶν υἱῶν Καάθ ἐπισκοπεῖν, καὶ πᾶς Λευείτης πᾶς συνιῶν ἐν ὀργάνοις ᾠδῶν. καὶ ἐπὶ τῶν νωτοφόραων καὶ ἐπὶ πάντων τῶν ποιούντων τὰ ἔργα ἐργασίᾳ καὶ ἐργασίᾳ, καὶ ἀπὸ τῶν Λευειτῶν γραμματεῖς καὶ κριταὶ καὶ πυλωροί. καὶ ἐυ τῷ ἐκφέρειν αὐτοὺς τὸ ἀργύριον τὸ εἰσοδιασθὲν εἰς οἶκον Κυρίου εδρευ Κελκείας ὁ ἱερεὺς βιβλίον νόμου Κυρίου διὰ χειρὸς Μωυσῆ. καὶ ἀπεκρίθη Κελκείας καὶ εἶπεν πρὸς Σοφὰν τὸν γραμματέα Βιβλίον νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Κελκείας τὸ βιβλίον τῷ Σαφάν. καὶ εἰσήνεγκεν Σοφὰν τὸ βιβλίον πρὸς τὸν βασιλέα, καὶ ἀπέδωκεν ἔτι τῷ βασιλεῖ λόγον Ιᾶν τὸ δοθὲν ἀργύριον ἐν χειρὶ τῶν παίδαον σου τῶν ποιούνταων. καὶ ἐχώνευσαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν ἐπὶ χεῖρα τῶν ἐπισκόπων τῶν ποιούντων ἐργασίαν. καὶ ἀπήγγειλεν Σοφὰν ὁ γραμματεὺς τῷ βασιλεῖ λέγων Βιβλίον ὃ ἔδωκέν μοι Κελκείας ὁ ἱερεύς· καὶ ἀνέγναω αὐτὸ Σαφὰν ἐναντίον τοῦ βασιλέως. καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια οὐτοῦ. καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελκείᾳ καὶ τῷ Ἀχεικὰμ υἱῷ Σοφὰν καὶ τῷ Ἀβδοδὸμ υἱῷ Μειχαία καὶ τῷ Σοφὰν τῷ γραμματεῖ καὶ τῷ Ἰσαίᾳ παιδὶ τοῦ βασιλέως λέγων Πορεύθητε, ζητήσατε Κύριον περὶ ἐμοῦ καὶ περὶ παντὸς τοῦ καταλειφθέντος ἐν Ἰσραὴλ καὶ Ἰούδᾳ περὶ τῶν λόγων τοῦ βιβλίου τοῦ εὑρεθέντος· ὅτι μέγας ὁ θυμὸς Κυρίου ἐκκέκαυται ἐν ἡμῖν, διότι οὐκ ἤκουσαν οἱ πατέρες ἡμῶν τῶν λόγων Κυρίου τοῦ ποιῆσαι κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ ββλίῳ τούτῳ.