Ancient Greek · ~7 min
35.1 to 35.10
Septuaginta, Paralipomenon II 35.1-10
Not analysed yet
Καὶ ἐποίησεν Ἰωσείας τὸ φάσεχ τῷ κυρίῳ θεῷ αὐτοῦ· καὶ ἔθυσαν τὸ φάσεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου. καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν, καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου Κυρίου. καὶ εἶπεν τοῖς Λευείταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ κυρίῳ· καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν Σαλωμὼν υἱὸς Δαυεὶδ τοῦ βασιλέως Ἰσραήλ. καὶ εἶπεν ὁ βασιλεύς Οὐκ ἔστιν ὑμῖν ἇραι ἐπʼ ὤμων οὐθέν· νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ἰσραήλ· καὶ ἑτοιμάσθητε κατʼ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν, κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ διὰ χειρὸς βασιλέως Σαλωμὼν υἱοῦ αὐτοῦ· καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ, καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευείταις· καὶ θύσατε τὸ φάσεχ, καὶ ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς Μωυσῆ. καὶ ἀπήρξατο Ἰωσείας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν, πάντα τὰ εἰς τὸ φάσεχ· καὶ πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας· καὶ μόσχων τρεῖς χιλιάδας· ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως. καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις· ἔδωκεν Κελκείας καὶ Ζαχαρίας. καὶ Ἰειὴλ οἱ ἄρχοντες οἴκου θεοῦ τοῖς ἱερεῦσιν, καὶ ἔδωκαν εἰς τὸ φάσεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους. καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαίας και Ναθαναὴλἀδελφὸς αὐτοῦ καὶ Ἀσαβιὰ καὶ Ἰωὴλ καὶ Ἰωζαβὰδ ἄρχοντες τῶν Λευειτῶν ἀπήρξαντο τοῖς Λευείταις εἰς τὸ φάσεχ πεντακισχίλια καὶ μόσχους πεντακοσίους. καὶ κατορθώθη ἡ λειτουργία, καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευεῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως.