Ancient Greek · ~6 min
35.11 to 35.19
Septuaginta, Paralipomenon II 35.11-19
Not analysed yet
καὶ ἔθυσαν τὸ φάσεχ. καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἶμα ἐκ χειρὸς αὐτῶν, καὶ οἱ Λευεῖται ἔδειραν. καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατʼ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ, τοῦ προσάγειν τῷ κυρίῳ, ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτως εἰς τὸ πρωί. καὶ ὤπτησαν τὸ φάσεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν, καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν· καὶ εὐοδώθη, καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ. καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὸ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός, καὶ οἱ Λευεῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών. καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυείδ, καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδειθὼμ οἱ προφῆται τοῦ βασιλέως· καὶ οἱ ἄρχοντες καί οἱ πυλωροὶ πύλης καὶ πύλης, οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων, ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν αὐτοῖς. καὶ κατορθώθη καὶ ἡτοιμάσθη πᾶσα ἡ λειτουργία Κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦ ποιῆσαι τὸ φάσεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον Κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσεία. καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φάσεχ τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας. καὶ οὐκ ἐγένετο φάσεχ ὄμοιον αὐτῷ ἐν Ἰσραήλ· ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ παντὸς βασιλέως Ἰσραὴλ οὐκ ἐποίησαν ὡς τὸ φάσεχ ὃ ἐποίησεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ πᾶς Ἰουδὰ καὶ Ἰσραὴλ ὁ εὺρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσεία.