Ancient Greek · ~2 min
35.25 to 35.27
Septuaginta, Paralipomenon II 35.25-27
Not analysed yet
καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσείαν, καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσείαν ἕως τῆς σήμερον, καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραήλ, καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων. καὶ ἦσαν λόγοι Ἰωσεία καὶ ἡ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ Κυρίου, καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.