Ancient Greek · ~7 min
35.19a to 35.24
Septuaginta, Paralipomenon II 35.19a-24
Not analysed yet
καὶ τοὺς ἐνγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφεὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρασεὶμ ἃ ἦν ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐνεπύρισεν ὁ βασιλεὺς Ἰωσείας, ἴνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὖ εὗρεν Κελκείας ὁ ἱερεὺς ἐν τῷ οἴκῳ Κυρίου. ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ τῇ ἰσχύι αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, καὶ μετʼ αὐτὸν οὐκ ἀνέστη ὅὶ ος. πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μ. ἱλου, οὗ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰούδα ἐπὶ πάντα τὰ προστάγματα ἃ παρώργισεν Μανασσῆς. καὶ εἶπεν Κύριος Καὶ τὸν Ἰούδαν ἀποστήσω ἀπὸ προσώπου, καθὼς ἀπέστησα τὸν Ἰσραήλ, καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην, τὴν Ἰερουσαλήμ, καὶ τὸν οἶκον ὃν εἶπα Ἔσται τὸ ὄνομά μου ἐκεῖ. Καὶ ἀνέβη Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην, καὶ ἐπορεύθη βασιλεὺς Ἰωσείας εἰς συνάντησιν αὐτῷ. καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων Τί ἐμοὶ καὶ σοί, βασιλεῦ Ἰούδα; καὶ οὐ σήμερον πόλεμον πολεμῆσαι· καὶ ὁ θεὸς εἶπεν κατασπεῦσαί με· πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετʼ ἐμοῦ, μὴ καταφθείρῃ σε. καὶ οὐκ ἀπέστρεψεν Ἰωσείας τὸ πρόσωπον αὐτοῦ ἀπʼ αὐτοῦ, ἀλλʼ ἢ πολεμεῖν αὐτὸν ἐκραταιώθη, καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαὼ διὰ στόματος θεοῦ, καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδών. καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσείαν· καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἄρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἄρμα τὸ δευτερεῦον ὃ ἦν αὐτῷ, καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ· καὶ ἀπέθανεν, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ· καὶ πᾶς Ἰουδὰ καὶ Ἰερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσείαν.