Ancient Greek · ~5 min
4.13 to 4.22
Septuaginta, Paralipomenon II 4.13-22
Not analysed yet
καὶ κώδωνας χρυσοῦς τετρακοσίους εἰς τὰ δύο δίκτυα, καὶ γένη ῥοίσκων ἐν τῷ δικτύῳ τῷ ἑνὶ τοῦ συνκαλύψαι τὰς δύο γωλὰθ τῶν χωθαρὲθ ἄ ἐστιν ἐπάνω τῶν στύλων. καὶ τὰς μεχωνὼθ ἐποίησεν δέκα, καὶ τοὺς λουτῆρας ἐποίησεν ἐπὶ τῶν μεχαονώθ, καὶ τὴν θάλασσαν μίαν καὶ τοὺς μόσχους τοὺς δώδεκα ὑποκάτω αὐτῆς, καὶ τοὺς ποδιστῆρας καὶ τοὺς ἀναλημπτῆρας καὶ τοὺς λέβητας καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη αὐτῶν ἃ ἐποίησεν Κειρὰμ καὶ ἀνήνεγκεν τῷ βασιλεῖ Σαλωμὼν ἐν οἴκῳ Κυρίου χαλκοῦ καθαροῦ. ἐν τῷ περιχώρῳ τοῦ Ἰορδάνου ἐχώνευσεν αὐτὰ ὁ βασιλεὺς ἐν τῷ πάχει τῆς γῆς, ἐν οἴκῳ Σεχχὼθ καὶ Ἀναμεσιρδάθαι. καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη ταῦτα εἰς πλῆθος σφόδρα, ὅτι οὐκ ἐξέλιπεν ὁλκὴ τοῦ χαλκοῦ. καὶ ἐποίησεν Σαλωμὼν πάντα τὰ σκεύη οἴκου Κυρίου, καὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν καὶ τὰς τραπέζας, καὶ ἐπʼ αὐτῶν ἄρτοι προθέσεως, καὶ τὰς λυχνίας καὶ τοὺς λύχνους τοῦ φωτὸς κατὰ τὸ κρίμα καὶ κατὰ πρόσωπον τοῦ δαβεὶρ χρυσίου καθαροῦ, καὶ λαβίδες αὐτῶν καὶ οἱ λύχνοι αὐτῶν, καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ τὰ πυρεῖα χρυσίου καθαροῦ, καὶ ἡ θύρα τοῦ οἴκου ἡ ἐσωτέρα εἰς τὰ ἅγια τῶν ἁγίων, εἰς τὰς θύρας τοῦ οἴκου τοῦ ναοῦ χρυσᾶς. καὶ συνετελέσθη πᾶσα ἡ ἐργασία ἣν ἐποίησεν Σαλωμῶν ἐν οἴκῳ Κυρίου.