Ancient Greek · ~7 min
7.1 to 7.10
Septuaginta, Paralipomenon II 7.1-10
Not analysed yet
Καὶ ὡς συνετέλεσεν Σαλωμὼν προσευχόμενος, καὶ τὸ πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἔπλησεν τὸν οἶκον. καὶ οὐκ ἡδύναντο οἱ ἱερεῖς εἰσελθεῖν εἰς τὸν οἶκον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι ἔπλησεν δόξα Κυρίου τὸν οἶκον. καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἑρων καταβαῖνον τὸ πῦρ, καὶ ἡ δόξα Κυρίου ἐπὶ τὸν οἶκον· καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴυ γῆν ἐπὶ τὸ λιθό. στρατπον, καὶ προσεκύνησαν καὶ ᾔνουυ τῷ κυρίῳ Ὅτι ἀγαθόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. καὶ ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς θύοντες θύματα ἔναντι Κυρίου. καὶ ἐθυσίασεν Σαλωμὼν τὴν θυσίαν, μόσχων εἵκοσι καὶ δύο χιλιάδες· καὶ ἐνεκαίνισεν τὸν οἶκον τοῦ θεοῦ ὁ βασιλεύς· καὶ πᾶς ὁ λαὸς καὶ οἱ ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν ἑστηκότες, καὶ οἱ Λευεῖται ἐν ὀργάνοις ᾠδῶν Κυρίου τοῦ Δαυεὶδ τοῦ βοσιλέως τοῦ ἐξομολογεῖσθαι ἔναντι Κυρίου, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ἐν ὕμνοις Δαυεὶδ διὰ χειρὸς αὐτῶν· καὶ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἐναντίον αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἑστηκώς. καὶ ἡγίασεν Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σαοτηρίαον, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὁ ἐποίησεν Σαλωμὼν οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτάματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα. καὶ ἐποίησεν Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἱμὰθ καὶ ἕως χειμάρρου Αἰγύπτου. καὶ ἐποίησεν ἐν τῆ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξόδιον, ὅτι ἐνκαινισμὸν τοῦ θυσιαστηρίου ἐποίησεν ἑπτὰ ἡμέρας ἑορτήν, καὶ ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ τοῦ μηνὸς τοῦ ἑβδόμου ἀπέστειλεν τὸν λαὸν εἰς τὰ σκηνώματα αὐτῶν εὐφραινομένους καὶ ἀγαθῇ καρδίᾳ ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν Κύριος τῷ Δαυεὶδ καὶ τῷ Σαλωμὼν καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.