Ancient Greek · ~7 min
7.11 to 7.20
Septuaginta, Paralipomenon II 7.11-20
Not analysed yet
Καὶ συνετέλεσεν Σαλαομῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντα ὅσα ἐποίησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ εὐοδώθη. καὶ ὤφθη ὁ θεὸς τῷ Σαλωμὼν τὴν νύκτα καὶ εἶπεν αὐτῷ Ἤκουσα τῆς προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας. ἐὰν συσχῶ τὸν οὐρανὸν καὶ μὴ γένηται ὑετός, καὶ ἐὰν ἐντείλωμαι τῇ ἀκρίδι καταφαγεῖν τὸ ξύλον, καὶ ἐὰν ἀποστείλω θάνατον ἐν τῷ λαῷ μου, καὶ ἐὰν ἐντραπῇ ὁ λαός μου ἐφʼ σὕς τὸ ὄνομά μου ἐπικέκληται ἐπʼ αὐτούς, καὶ προσεύξωνται καὶ ζητήσωσιν τὸ πρόσαοπόν μου, καὶ ἀποστρέψαωσιν ἀπὸ τῶν ὁδῶν αὐτῶν τῶν πονηρῶν, καὶ ἐγὼ εἰσακούσομαι ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις αὐτῶν καὶ ἰάσομαι τὴν γῆν αὐτῶν. υῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὥτά μου ἐπήκοα τῆς προσευχῆς τοῦ τόπου τούτου. καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας. καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυεὶδ ὁ πατήρ σου, καὶ ποιήσῃς κατὰ πάντα ἄ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ κρίματά μου φυλάξῃ, καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ὡς διεθέμην Δαυεὶδ τῷ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ. καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς, καὶ ἐνκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐυτολάς μου ἄς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσ- κυνήσητε αὐτοῖς, καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔθνεσιν.