Ancient Greek · ~7 min
8.1 to 8.12
Septuaginta, Paralipomenon II 8.1-12
Not analysed yet
καὶ ἐγένετο μετὰ εἶκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ, καὶ τὰς πόλεις ἅς ἔδωκεν Κειρὰμ τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν καὶ κατῷκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ὅλθεν Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν. καὶ ᾠκοδόμησεν τὴν οεδομὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἰμάθ. καὶ ᾠκοδόμησεν τὴν Βαιθωρὼμ τὴν ἄναω καὶ τὴν Βαιθαωρὼμ τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί καὶ τὴν Βαλαά, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἱ ἦσαν τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάταων καὶ τὰς πόλεις τῶν ἱππέωυ, καὶ ὅσα ἐπεθύμησεν Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Λuβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ. πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου, οἱ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ· ἤσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν κατακαὶ λειφθέντων μετʼ αὐτοῦ ἐν τῇ γῇ οδς ἐξωλέθρευσαν οἱ υἱρὶ Ἰσραήλ· ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκεν Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι ἰδοὺ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων. καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ. καὶ τὴν θυγατέρα Φαραὼ Σαλωμὼν ἀνήγαγεν ἐκ πόλεως Δαυεὶδ εἰς τὸν οἶκον ὁν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν Οὐ κατοικήσει ἡ γυνὴ μου ἐν πόλει Δαυεὶδ τοῦ βασιλέως Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὄ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου. Τότε ἀνήνεγκεν Σαλωμὼν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ,